- 텍스트

Polybius, Histories, book 2, chapter 67

(폴리비오스, Histories, book 2, chapter 67)

Ἐπειδὴ δ ὁ μὲν καιρὸς ἧκε τῆς χρείας, τὸ δὲ σύνθημα τοῖς Ἰλλυριοῖς ἀπεδόθη, παρήγγειλαν δὲ ποιεῖν τὸ δέον οἷς ἦν ἐπιμελές, πάντες εὐθέως ἀναδείξαντες αὑτοὺς κατήρχοντο τῆς πρὸς τὸν βουνὸν προσβολῆς.? οἱ δὲ μετὰ τῶν Κλεομένους ἱππέων ἐξ ἀρχῆς ταχθέντες εὔζωνοι, θεωροῦντες τὰς σπείρας τῶν Ἀχαιῶν ἐρήμους ἐκ τῶν κατόπιν οὔσας, κατ οὐρὰν προσπίπτοντες εἰς ὁλοσχερῆ κίνδυνον ἦγον τοὺς πρὸς τὸν λόφον βιαζομένους, ὡς ἂν τῶν μὲν περὶ τὸν Εὐκλείδαν ἐξ ὑπερδεξίου κατὰ πρόσωπον αὐτοῖς ἐφεστώτων, τῶν δὲ μισθοφόρων κατόπιν ἐπικειμένων καὶ προσφερόντων τὰς χεῖρας ἐρρωμένως.

ἅμα δὲ προορώμενος τὸ μέλλον Φιλοποίμην ὁ Μεγαλοπολίτης τὸ μὲν πρῶτον ὑποδεικνύειν ἐπεβάλλετο τοῖς προεστῶσι τὸ συμβησόμενον:

οὐδενὸς δὲ προσέχοντος αὐτῷ διὰ τὸ μήτ ἐφ ἡγεμονίας τετάχθαι μηδεπώποτε κομιδῇ τε νέον ὑπάρχειν αὐτόν, παρακαλέσας τοὺς ἑαυτοῦ πολίτας ἐνέβαλε τοῖς πολεμίοις τολμηρῶς.

οὗ γενομένου ταχέως οἱ προσκείμενοι μισθοφόροι κατ οὐρὰν τοῖς προσβαίνουσιν, ἀκούσαντες τῆς κραυγῆς καὶ συνιδόντες τὴν τῶν ἱππέων συμπλοκήν, ἀφέμενοι τῶν προκειμένων ἀνέτρεχον εἰς τὰς ἐξ ἀρχῆς τάξεις καὶ προσεβοήθουν τοῖς παρ αὑτῶν ἱππεῦσι.

τούτου δὲ συμβάντος ἀπερίσπαστον γενόμενον τό τε τῶν Ἰλλυριῶν καὶ Μακεδόνων καὶ τῶν ἅμα τούτοις προσβαινόντων πλῆθος ἐκθύμως ὡρ´μησε καὶ τεθαρρηκότως ἐπὶ τοὺς ὑπεναντίους.

ἐξ οὗ καὶ μετὰ ταῦτα φανερὸν ἐγενήθη διότι τοῦ κατὰ τὸν Εὐκλείδαν προτερήματος αἴτιος ἐγίνετο Φιλοποίμην.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION