호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἔγνω δεῖν εἰς ταῦτα βλέπων οὗτός τε καὶ πάντες ὁμοίως οἱ προεστῶτες τοῦ τῶν Ἀχαιῶν πολιτεύματος πολέμου μὲν πρὸς μηδένα κατάρχειν, ἐνίστασθαι δὲ ταῖς τῶν Λακεδαιμονίων ἐπιβολαῖς.? τὸ μὲν οὖν πρῶτον ἐπὶ τούτων ἦσαν τῶν διαλήψεων:
τότε δὴ συναθροίσαντες τοὺς Ἀχαιοὺς ἔκριναν μετὰ τῆς βουλῆς ἀναλαμβάνειν φανερῶς τὴν πρὸς τοὺς Λακεδαιμονίους ἀπέχθειαν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기