호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Κατὰ δὲ τοὺς αὐτοὺς καιροὺς Ἀχαιοὶ καὶ Φίλιππος ὁ βασιλεὺς ἅμα τοῖς ἄλλοις συμμάχοις συνίσταντο τὸν πρὸς Αἰτωλοὺς πόλεμον τὸν προσαγορευθέντα συμμαχικόν.? πρέπον ἂν εἰή τούτων ἀφεμένους ἐπὶ τὰς κατὰ τὴν Ἑλλάδα μεταβαίνειν πράξεις, ἵνα πανταχόθεν ὁμοίαν ποιησάμενοι τὴν προκατασκευὴν καὶ τὴν ἔφοδον ἐπὶ τοὺς αὐτοὺς καιροὺς οὕτως ἤδη [τῆς Ἰταλίας καὶ] τῆς ἀποδεικτικῆς ἱστορίας ἀρχώμεθα.
δέον ἂν εἰή καὶ πρὸ τῆς κατασκευῆς ἐπὶ βραχὺ τῶν ἐπιφανεστάτων καὶ γνωριζομένων ἐθνῶν καὶ τόπων ἐφάψασθαι τῆς οἰκουμένης.
περὶ μὲν οὖν τῶν κατὰ τὴν Ἀσίαν καὶ τῶν κατὰ τὴν Αἴγυπτον ἀρκούντως ἂν ἔχοι ποιεῖσθαι τὴν ἀνάμνησιν ἀπὸ τῶν νῦν ῥηθέντων καιρῶν διὰ τὸ τὴν μὲν ὑπὲρ τῶν προγεγονότων παρ αὐτοῖς ἱστορίαν ὑπὸ πλειόνων ἐκδεδόσθαι καὶ γνώριμον ὑπάρχειν ἅπασιν, ἐν δὲ τοῖς καθ ἡμᾶς καιροῖς μηδὲν αὐτοῖς ἐξηλλαγμένον ἀπηντῆσθαι μηδὲ παράλογον ὑπὸ τῆς τύχης ὥστε προσδεῖσθαι τῆς τῶν προγεγονότων ὑπομνήσεως.
περὶ δὲ τοὺς Ἀχαιούς, καθάπερ ἐπάνω προεῖπον, παράδοξος αὔξησις καὶ συμφρόνησις ἐν τοῖς καθ ἡμᾶς καιροῖς γέγονε.
δικασταῖς, τοῖς αὐτοῖς, καθόλου δὲ τούτῳ μόνῳ διαλλάττειν τοῦ μὴ μιᾶς πόλεως διάθεσιν ἔχειν σχεδὸν τὴν σύμπασαν Πελοπόννησον, τῷ μὴ τὸν αὐτὸν περίβολον ὑπάρχειν τοῖς κατοικοῦσιν αὐτήν, τἄλλα δ εἶναι καὶ κοινῇ καὶ κατὰ πόλεις ἑκάστοις ταὐτὰ καὶ παραπλήσια.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기