호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
διόλανον εἷλε κατὰ κράτος.? οὗ συμβαίνοντος οἱ προεστῶτες τῶν Ἰνσόμβρων ἀπογνόντες τὰς τῆς σωτηρίας ἐλπίδας πάντα τὰ καθ αὑτοὺς ἐπέτρεψαν τοῖς Ῥωμαίοις. κατὰ δὲ τὰς ἐπιβολὰς καὶ τὴν ἀκρισίαν τοῦ κατὰ μέρος χειρισμοῦ τελέως εὐκαταφρόνητος διὰ τὸ μὴ τὸ πλεῖον ἀλλὰ συλλήβδην ἅπαν τὸ γινόμενον ὑπὸ τῶν Γαλατῶν θυμῷ μᾶλλον ἢ λογισμῷ βραβεύεσθαι.
ἵνα μὴ τελέως οἱ μεθ ἡμᾶς ἀνεννόητοι τούτων ὑπάρχοντες ἐκπλήττωνται τὰς αἰφνιδίους καὶ παραλόγους τῶν βαρβάρων ἐφόδους, ἀλλ ἐπὶ ποσὸν ἐν νῷ λαμβάνοντες ὡς ὀλιγοχρόνιόν ἐστι καὶ λίαν εὔφθαρτον τὸ τῶν βαρβάρων πλῆθος τοῖς σὺν νῷ κινδυνεύουσι τὴν ἔφοδον αὐτῶν ὑπομένωσι καὶ πάσας ἐξελέγχωσι τὰς σφετέρας ἐλπίδας πρότερον ἢ παραχωρῆσαί τινος τῶν ἀναγκαίων.
καὶ γὰρ τοὺς τὴν Περσῶν ἔφοδον ἐπὶ τὴν Ἑλλάδα καὶ Γαλατῶν ἐπὶ Δελφοὺς εἰς μνήμην καὶ παράδοσιν ἡμῖν ἀγαγόντας οὐ μικρὰ μεγάλα δ οἰόμαι συμβεβλῆσθαι πρὸς τοὺς ὑπὲρ τῆς κοινῆς τῶν Ἑλλήνων ἐλευθερίας ἀγῶνας.
οὔτε γὰρ χορηγιῶν οὔθ ὅπλων οὔτ ἀνδρῶν πλῆθος καταπλαγεὶς ἄν τις ἀποσταίη τῆς τελευταίας ἐλπίδος, τοῦ διαγωνίζεσθαι περὶ τῆς σφετέρας χώρας καὶ πατρίδος, λαμβάνων πρὸ ὀφθαλμῶν τὸ παράδοξον τῶν τότε γενομένων καὶ μνημονεύσας ὅσας μυριάδας καὶ τίνας τόλμας καὶ πηλίκας παρασκευὰς ἡ τῶν σὺν νῷ καὶ μετὰ λογισμοῦ κινδυνευόντων αἱρ´εσις καὶ δύναμις καθεῖλεν.
ὁ δ ἀπὸ Γαλατῶν φόβος οὐ μόνον τὸ παλαιὸν ἀλλὰ καὶ καθ ἡμᾶς ἤδη πλεονάκις ἐξέπληξε τοὺς Ἕλληνας.
διὸ καὶ μᾶλλον ἔγωγε παρωρμήθην ἐπὶ τὸ κεφαλαιώδη μὲν ἀνέκαθεν δὲ ποιήσασθαι τὴν ὑπὲρ τούτων ἐξήγησιν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기