호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Κλεομένης δὲ πλέων ἀπὸ Κυθήρων εἰς νῆσον ἑτέραν, Αἰγιαλίαν, κατέσχεν.? "ὦ βασιλεῦ, θάνατον τὸν ἐν τῇ μάχῃ προηκάμεθα. "καίτοι πάντες ἤκουσαν ἡμῶν λεγόντων ὡς οὐχ ὑπερβήσεται τὸν βασιλέα τῶν Σπαρτιατῶν Ἀντίγονος εἰ μὴ νεκρόν. ὁ δὲ δεύτερος δόξῃ καὶ ἀρετῇ νῦν ἔτι πάρεστιν ἡμῖν. ποῖ πλέομεν ἀλογίστως, ἀποφεύγοντες ἐγγὺς ὀ`ν κακὸν καὶ μακρὰν διώκοντες· "εἰ γὰρ οὐκ αἰσχρόν ἐστι δουλεύειν τοῖς ἀπὸ Φιλίππου καὶ Ἀλεξάνδρου τοὺς ἀφ Ἡρακλέους, πλοῦν πολὺν κερδανοῦμεν Ἀντιγόνῳ παραδόντες ἑαυτούς, ὃν εἰκός ἐστι Πτολεμαίου διαφέρειν ὅσον Αἰγυπτίων Μακεδόνας, εἰ δὲ ὑφ ὧν κεκρατήμεθα τοῖς ὅπλοις οὐκ ἀξιοῦμεν ἄρχεσθαι, τί τὸν μὴ νενικηκότα δεσπότην ποιοῦμεν αὑτῶν, ἵνα ἀνθ ἑνὸς δυεῖν κακίους φανῶμεν, Ἀντίγονον μὲν φεύγοντες, Πτολεμαῖον δὲ κολακεύοντες· "ἢ διὰ τὴν μητέρα φήσομεν εἰς Αἴγυπτον ἥκειν· "καλὸν μεντἂν αὐτῇ θέαμα γένοιο καὶ ζηλωτόν ἐπιδεικνυμένῃ ταῖς Πτολεμαίου γυναιξὶν αἰχμάλωτον ἐκ βασιλέως καὶ φυγάδα τὸν υἱόν. οὐχ ἑώς ἔτι τῶν ἰδίων ξιφῶν ἄρχομεν καὶ τὴν Λακωνικὴν ἀφορῶμεν, ἐνταῦθα τῆς τύχης ἀπαλλάξαντες ἑαυτοὺς ἀπολογησόμεθα τοῖς ἐν Σελασίᾳ κειμένοις ὑπὲρ τῆς Σπάρτης, ἀλλ ἐν Αἰγύπτῳ καθεδούμεθα πυνθανόμενοι τίνα τῆς Λακεδαίμονος σατράπην Ἀντίγονος ἀπολέλοιπε· "τῶν ἀνθρωπίνων τὸ ῥᾷστον, ὦ πόνηρε, καὶ πᾶσιν ἐν ἑτοίμῳ διώκων, ἀποθανεῖν, ἀνδρεῖος εἶναι δοκεῖς, φεύγων αἰσχίονα φυγὴν τῆς πρότερον·
"πολεμίοις μὲν γὰρ ἐν ἐνέδωκαν ἤδη καὶ κρείττονες ἡμῶν, ἢ τύχῃ σφαλέντες ἢ βιασθέντες ὑπὸ πλήθους: "ὁ δὲ πρὸς πόνους καὶ ταλαιπωρίας ἢ ψόγους καὶ δόξας ἀνθρώπων ἀπα: "γορεύων ἡττᾶται τῆς αὑτοῦ μαλακίας, δεῖ γὰρ τὸν αὐθαίρετον θάνατον οὐ φυγὴν εἶναι πράξεων, ἀλλὰ πρᾶξιν. "αἰσχρόν γὰρ καὶ ζῆν μόνοις ἑαυτοῖς καὶ ἀποθνῄσκειν: "ἐφ ὃ νῦν σὺ παρακαλεῖς ἡμᾶς, σπεύδων ἀπαλλαγῆναι τῶν παρόντων, καλὸν δὲ οὐδὲν οὐδὲ χρήσιμον ἄλλο διαπραττόμενος, ἐγὼ δὲ καὶ σὲ καὶ ἐμαυτὸν οἰόμαι δεῖν τὰς ὑπὲρ τῆς πατρίδος ἐλπίδας μὴ καταλιπεῖν ὅπου δ ἂν ἡμᾶς ἐκεῖναι καταλίπωσι, ῥᾷστα βουλομένοις ἀποθανεῖν ὑπάρξει. πρὸς ταῦτα Θηρυκίων οὐδὲν ἀντειπών, ὅτε πρῶτον ἔσχε καιρὸν ἀποστῆναι τοῦ Κλεομένους, ἐκτραπόμενος παρὰ τὸν αἰγιαλὸν ἔσφαξεν ἑαυτόν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기