호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ταῦτα περὶ δευτέραν φυλακὴν τῆσ νυκτὸσ ἀκούσασ ὁ Κλεομένησ μετεπέμψατο Μεγιστόνουν, καὶ πρὸσ ὀργὴν ἐκέλευσεν εὐθὺσ εἰσἌργοσ βοηθεῖν ὁ γὰρ ὑπὲρ τῶν Ἀργείων μάλιστα καταπιστωσάμενοσ πρὸσ αὑτόν ἐκεῖνοσ ἦν, καὶ διεκώλυσεν ἐκβαλεῖν τοὺσ ὑπόπτουσ, ἀπολύσασ οὖν τὸν Μεγιστόνουν μετὰ δισχιλίων στρατιωτῶν αὐτὸσ προσεῖχε τῷ Ἀντιγόνῳ, καὶ τοὺσ Κορινθίουσ παρεθάρρυνεν ὡσ οὐδενὸσ μεγάλου περὶ τὸ Ἄργοσ, ἀλλὰ ταραχῆσ τινοσ ἀπ’ ἀνθρώπων ὀλίγων γεγενημένησ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기