호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
πέμψαντεσ δὲ ἀκροθίνια οἱ Ἕλληνεσ ἐσ Δελφοὺσ ἐπειρώτων τὸν θεὸν κοινῇ εἰ λελάβηκε πλήρεα καὶ ἀρεστὰ τὰ ἀκροθίνια. ὁ δὲ παρ’ Ἑλλήνων μὲν τῶν ἄλλων ἔφησε ἔχειν, παρὰ Αἰγινητέων δὲ οὔ, ἀλλὰ ἀπαίτεε αὐτοὺσ τὰ ἀριστήια τῆσ ἐν Σαλαμῖνι ναυμαχίησ. Αἰγινῆται δὲ πυθόμενοι ἀνέθεσαν ἀστέρασ χρυσέουσ, οἳ ἐπὶ ἱστοῦ χαλκέου ἑστᾶσι τρεῖσ ἐπὶ τῆσ γωνίησ, ἀγχοτάτω τοῦ Κροίσου κρητῆροσ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기