호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐν δὲ τῇ ναυμαχίῃ ταύτῃ ἤκουσαν Ἑλλήνων ἄριστα Αἰγινῆται, ἐπὶ δὲ Ἀθηναῖοι, ἀνδρῶν δὲ Πολύκριτόσ τε ὁ Αἰγινήτησ καὶ Ἀθηναῖοι Εὐμένησ τε ὁ Ἀναγυράσιοσ καὶ Ἀμεινίησ Παλληνεύσ, ὃσ καὶ Ἀρτεμισίην ἐπεδίωξε. εἰ μέν νυν ἔμαθε ὅτι ἐν ταύτῃ πλέοι Ἀρτεμισίη, οὐκ ἂν ἐπαύσατο πρότερον ἢ εἷλέ μιν ἢ καὶ αὐτὸσ ἥλω. τοῖσι γὰρ Ἀθηναίων τριηράρχοισι παρεκεκέλευστο, πρὸσ δὲ καὶ ἀέθλον ἔκειτο μύριαι δραχμαί, ὃσ ἄν μιν ζωὴν ἕλῃ·
δεινὸν γάρ τι ἐποιεῦντο γυναῖκα ἐπὶ τὰσ Ἀθήνασ στρατεύεσθαι. αὕτη μὲν δή, ὡσ πρότερον εἴρηται, διέφυγε· ἦσαν δὲ καὶ οἱ ἄλλοι, τῶν αἱ νέεσ περιεγεγόνεσαν, ἐν τῷ Φαλήρῳ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기