호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οἳ μὲν δὴ ταῦτα ἔπρησσον, παρῆν δὲ ὁ ἐκ Τρηχῖνοσ κατάσκοποσ. ἦν μὲν γὰρ ἐπ’ Ἀρτεμισίῳ κατάσκοποσ Πολύασ, γένοσ Ἀντικυρεύσ, τῷ προσετέτακτο, καὶ εἶχε πλοῖον κατῆρεσ ἕτοιμον, εἰ παλήσειε ὁ ναυτικὸσ στρατόσ, σημαίνειν τοῖσι ἐν Θερμοπύλῃσι ἐοῦσι· ὣσ δ’ αὕτωσ ἦν Ἀβρώνιχοσ ὁ Λυσικλέοσ Ἀθηναῖοσ καὶ παρὰ Λεωνίδῃ ἕτοιμοσ τοῖσι ἐπ’ Ἀρτεμισίω ἐοῦσι ἀγγέλλειν τριηκοντέρῳ, ἤν τι καταλαμβάνῃ νεώτερον τὸν πεζόν. οὗτοσ ὦν ὁ Ἀβρώνιχοσ ἀπικόμενόσ σφι ἐσήμαινε τὰ γεγονότα περὶ Λεωνίδην καὶ τὸν στρατὸν αὐτοῦ.
οἳ δὲ ὡσ ἐπύθοντο ταῦτα, οὐκέτι ἐσ ἀναβολὰσ ἐποιεῦντο τὴν ἀποχώρησιν, ἐκομίζοντο δὲ ὡσ ἕκαστοι ἐτάχθησαν, Κορίνθιοι πρῶτοι, ὕστατοι δὲ Ἀθηναῖοι.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기