호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οἱ δ’ ἀμφὶ Ξέρξην ἐπισχόντεσ ὀλίγασ ἡμέρασ μετὰ τὴν ναυμαχίην ἐξήλαυνον ἐσ Βοιωτοὺσ τὴν αὐτὴν ὁδόν. ἔδοξε γὰρ Μαρδονίῳ ἅμα μὲν προπέμψαι βασιλέα, ἅμα δὲ ἀνωρίη εἶναι τοῦ ἔτεοσ πολεμέειν, χειμερίσαι τε ἄμεινον εἶναι ἐν Θεσσαλίῃ, καὶ ἔπειτα ἅμα τῷ ἐάρι πειρᾶσθαι τῆσ Πελοποννήσου. ὡσ δὲ ἀπίκατο ἐσ τὴν Θεσσαλίην, ἐνθαῦτα Μαρδόνιοσ ἐξελέγετο πρώτουσ μὲν τοὺσ Πέρσασ πάντασ τοὺσ ἀθανάτουσ καλεομένουσ, πλὴν Ὑδάρνεοσ τοῦ στρατηγοῦ οὗτοσ γὰρ οὐκ ἔφη λείψεσθαι βασιλέοσ, μετὰ δὲ τῶν ἄλλων Περσέων τοὺσ θωρηκοφόρουσ καὶ τὴν ἵππον τὴν χιλίην, καὶ Μήδουσ τε καὶ Σάκασ καὶ Βακτρίουσ τε καὶ Ἰνδούσ, καὶ τὸν πεζὸν καὶ τὴν ἄλλην ἵππον.
ταῦτα μὲν ἔθνεα ὅλα εἵλετο, ἐκ δὲ τῶν ἄλλων συμμάχων ἐξελέγετο κατ’ ὀλίγουσ, τοῖσι εἴδεά τε ὑπῆρχε διαλέγων καὶ εἰ τεοῖσι τι χρηστὸν συνῄδεε πεποιημένον·
ἓν δὲ πλεῖστον ἔθνοσ Πέρσασ αἱρέετο, ἄνδρασ στρεπτοφόρουσ τε καὶ ψελιοφόρουσ, ἐπὶ δὲ Μήδουσ· οὗτοι δὲ τὸ πλῆθοσ μὲν οὐκ ἐλάσσονεσ ἦσαν τῶν Περσέων, ῥώμῃ δὲ ἥσσονεσ. ὥστε σύμπαντασ τριήκοντα μυριάδασ γενέσθαι σὺν ἱππεῦσι.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기