- 텍스트

Dionysius of Halicarnassus, Antiquitates Romanae, Books IV-VI, book 4, chapter 82

(디오니시오스, Antiquitates Romanae, Books IV-VI, book 4, chapter 82)

αὕτη Σπορίου μέν ἐστι Λουκρητίου θυγάτηρ, ὃν ἀπέδειξε τῆς πόλεως ἔπαρχον ὁ τύραννος ἐξιὼν ἐπὶ τὸν πόλεμον, Ταρκυνίου δὲ Κολλατίνου γυνὴ τοῦ συγγενοῦς τῶν τυράννων καὶ πολλὰ ὑπὲρ αὐτῶν κακοπαθήσαντος.? αὕτη μέντοι σωφρονεῖν βουλομένη καὶ τὸν ἄνδρα τὸν ἑαυτῆς φιλοῦσα, ὥσπερ ἀγαθῇ προσήκει γυναικί, ξενιζομένου παρ αὐτῇ Σέξτου διὰ τὴν συγγένειαν τῇ παρελθούσῃ νυκτί, Κολλατίνου δὲ τότ ἀποδημοῦντος ἐπὶ στρατοπέδου, τὴν ἀκόλαστον ὕβριν τῆς τυραννίδος οὐκ ἐδυνήθη διαφυγεῖν, ἀλλ ὥσπερ αἰχμάλωτος ὑπ ἀνάγκης κρατηθεῖσα ὑπέμεινεν ὅσα μὴ θέμις ἐλευθέρᾳ γυναικὶ παθεῖν. διήσεις καὶ ἀράς, ἵνα τιμωροὶ τοῖς κακοῖς αὐτῆς γένοιντο καὶ τὸ κεκρυμμένον ὑπὸ τοῖς κόλποις ξίφος σπασαμένη τοῦ πατρὸς ὁρῶντος, ὦ δημόται, διὰ τῶν ἑαυτῆς σπλάγχνων ἔβαψε τὸν σίδηρον.

ὦ θαυμαστὴ σὺ καὶ πολλῶν ἐπαίνων ἀξία τῆς εὐγενοῦς προαιρέσεως, οἴχῃ καὶ ἀπόλωλας οὐχ ὑπομείνασα τυραννικὴν ὕβριν, ἁπάσας ὑπεριδοῦσα τὰς ἐν τῷ ζῆν ἡδονάς, ἵνα σοι μηδὲν ἔτι τοιοῦτον συμβῇ παθεῖν.

ἔπειτα σὺ μέν, ὦ Λουκρητία, γυναικείας τυχοῦσα φύσεως ἀνδρὸς εὐγενοῦς φρόνημα ἔσχες, ἡμεῖς δ ἄνδρες γενόμενοι γυναικῶν χείρους ἀρετῇ γενησόμεθα· καὶ σοὶ μέν, ὅτι μίαν ἐτυραννήθης νύκτα τὴν ἀμίαντον ἀφαιρεθεῖς αἰδῶ μετὰ βίας, ἡδίων καὶ μακαριώτερος ἔδοξεν ὁ θάνατος εἶναι τοῦ βίου, ἡμῖν δ ἆρ οὐ παραστήσεται τὸ αὐτὸ τοῦτο ὑπολαβεῖν, ὧν Ταρκύνιος οὐ μίαν ἡμέραν, ἀλλὰ πέμπτον καὶ εἰκοστὸν ἔτος ἤδη τυραννῶν, πάσας ἀφῄρηται τὰς ἐν τῷ ζῆν ἡδονὰς ἐλευθερίαν ἀφελόμενος· οὐκ ἔστιν ἡμῖν, ὦ δημόται, βιωτὸν ἐν τοιούτοις καλινδουμένοις κακοῖς, ἐκείνων τῶν ἀνδρῶν οὖσιν ἀπογόνοις, οἳ τὰ δίκαια τάττειν ἠξίουν τοῖς ἄλλοις καὶ πολλοὺς ὑπὲρ ἀρχῆς καὶ δόξης ἤραντο κινδύνους:

ἀλλὰ δυεῖν θάτερον ἅπασιν αἱρετέον, ἢ βίον ἐλεύθερον, ἢ θάνατον ἔνδοξον.

ἥκει δὲ καιρός, οἱο῀ν εὐχόμεθα, μεθεστηκότος μὲν ἐκ τῆς πόλεως Ταρκυνίου, ἡγουμένων δὲ τῆς ἐπιχειρήσεως τῶν πατρικίων, οὐδενὸς δ ἡμῖν ἐλλείψοντος, ἐὰν ἐκ προθυμίας χωρήσωμεν ἐπὶ τὰ ἔργα, οὐ σωμάτων, οὐ χρημάτων, οὐχ ὅπλων, οὐ στρατηγῶν, οὐ τῆς ἄλλης τῆς εἰς τὰ πολέμια παρασκευῆς:

μεστὴ γὰρ ἁπάντων ἡ πόλις, αἰσχρόν τε Οὐολούσκων καὶ Σαβίνων καὶ μυρίων ἄλλων ἄρχειν ἀξιοῦν, αὐτοὺς δὲ δουλεύοντας ἑτέροις ὑπομένειν, καὶ περὶ μὲν τῆς Ταρκυνίου πλεονεξίας πολλοὺς ἀναιρεῖσθαι πολέμους, περὶ δὲ τῆς ἑαυτῶν ἐλευθερίας μηδένα.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION