호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τῶν τε παρασήμων, ἃ τοῖς βασιλεῦσιν ἀποδέδοται, πολλῶν ὄντων εἴ τινα λυπηρὰς ὄψεις καὶ ἐπιφθόνους τοῖς πολλοῖς παρέχεται, τὰ μὲν μειῶσαι, τὰ δ ἀφελεῖν ἡμᾶς οἰόμαι δεῖν:? τὰ σκῆπτρα ταυτὶ λέγω καὶ τοὺς χρυσοῦς στεφάνους καὶ τὰς ἁλουργεῖς καὶ χρυσοσήμους ἀμπεχόνας, πλὴν εἰ μὴ κατὰ καιρούς τινας ἑορταίους καὶ ἐν πομπαῖς θριάμβων, ὅτε αὐτὰ τιμῆς θεῶν ἕνεκα λήψονται:
λυπήσει γὰρ οὐδέν, ἐὰν γένηται σπάνια: θρόνον δὲ τοῖς ἀνδράσιν ἐλεφάντινον, ἐν ᾧ καθεζόμενοι δικάσουσι, καὶ λευκὴν ἐσθῆτα περιπόρφυρον καὶ τοὺς προηγουμένους ἐν ταῖς ἐξόδοις δώδεκα πελέκεις καταλιπεῖν. ἔτι πρὸς τούτοις, ὃ πάντων οἰόμαι τῶν εἰρημένων χρησιμώτατον ἔσεσθαι καὶ τοῦ μὴ πολλὰ ἐξαμαρτάνειν τοὺς παραληψομένους τὴν ἀρχὴν αἰτιώτατον, μὴ διὰ βίου τοὺς αὐτοὺς ἐᾶν ἄρχειν:
χαλεπὴ γὰρ ἅπασιν ἀόριστος ἀρχὴ καὶ μηδεμίαν ἐξέτασιν διδοῦσα τῶν πραττομένων, ἐξ ἧς φύεται τυραννίς:
ἀλλ εἰς ἐνιαύσιον χρόνον, ὡς παρ Ἀθηναίοις γίνεται, τὸ κράτος τῆς ἀρχῆς συνάγειν. τὸ γὰρ ἐν μέρει τὸν αὐτὸν ἄρχειν τε καὶ ἄρχεσθαι καὶ πρὸ τοῦ διαφθαρῆναι τὴν διάνοιαν ἀφίστασθαι τῆς ἐξουσίας συστέλλει τὰς αὐθάδεις φύσεις καὶ οὐκ ἐᾷ μεθύσκεσθαι ταῖς ἐξουσίαις τὰ ἤθη.
ταῦθ ἡμῖν καταστησαμένοις ὑπάρξει τὰ μὲν ἀγαθὰ καρποῦσθαι τῆς βασιλικῆς πολιτείας, τῶν δὲ παρακολουθούντων αὐτῇ κακῶν ἀπηλλάχθαι. ἵνα δὲ καὶ τοὔνομα τῆς βασιλικῆς ἐξουσίας πάτριον ὑπάρχον ἡμῖν καὶ σὺν οἰωνοῖς αἰσίοις θεῶν ἐπικυρωσάντων παρεληλυθὸς εἰς τὴν πόλιν αὐτῆς ἕνεκα τῆς ὁσίας φυλάττηται, ἱερῶν ἀποδεικνύσθω τις ἀεὶ βασιλεύς, ὁ τὴν τιμὴν ταύτην ἕξων διὰ βίου, πάσης ἀπολελυμένος πολεμικῆς καὶ πολιτικῆς ἀσχολίας, ἓν τοῦτο μόνον ἔχων ἔργον ὥσπερ ὁ βασιλεύς, τὴν ἡγεμονίαν τῶν θυηπολιῶν, ἄλλο δ οὐδέν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기