호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τοσαύτης δὴ γενόμενος ἐξουσίας ὁ Σέξτος κύριος δι ἀπάτης καὶ φενακισμοῦ τῶν θεραπόντων τινὰ λαθὼν τοὺς Γαβίους πέμπει πρὸς τὸν πατέρα τήν τ ἐξουσίαν, ἣν εἰληφὼς ἦν, δηλώσοντα καὶ πευσόμενον, τί χρὴ ποιεῖν.? ὁ δὲ Ταρκύνιος οὐδὲ τὸν θεράποντα γινώσκειν βουλόμενος, ἃ τὸν υἱὸν ἐκέλευσε ποιεῖν, ἄγων τὸν ἄγγελον προῆλθεν εἰς τὸν παρακείμενον τοῖς βασιλείοις κῆπον: ἔτυχον δὲ μήκωνες ἐν αὐτῷ πεφυκυῖαι πλήρεις ἤδη τοῦ καρποῦ καὶ συγκομιδῆς ὡρ´αν ἔχουσαι:
διεξιὼν δὴ διὰ τούτων τῆς ὑπερεχούσης ἀεὶ μήκωνος τῷ σκήπωνι παίων τὴν κεφαλὴν ἀπήραττε. ταῦτα ποιήσας ἀπέστειλε τὸν ἄγγελον οὐδὲν ἀποκρινάμενος τῷ πολλάκις ἐπερωτῶντι, τὴν Θρασυβούλου τοῦ Μιλησίου διάνοιαν ὡς ἔμοιγε δοκεῖ μιμησάμενος:
καὶ γὰρ ἐκεῖνος Περιάνδρῳ ποτὲ τῷ Κορινθίων τυράννῳ πυνθανομένῳ διὰ τοῦ πεμφθέντος ἀγγέλου, πῶς ἂν ἐγκρατέστατα τὴν ἀρχὴν κατάσχοι, λόγον μὲν οὐδένα ἀπέστειλεν, ἀκολουθεῖν δὲ τὸν ἥκοντα παρ αὐτοῦ κελεύσας, ἦγε δι ἀρούρας σιτοσπόρου καὶ τοὺς ὑπερέχοντας τῶν σταχύων ἀποθραύων ἐρρίπτει χαμαὶ διδάσκων, ὅτι δεῖ τῶν ἀστῶν τοὺς δοκιμωτάτους κολούειν τε καὶ διαφθείρειν.
καὶ πρὶν ἢ παθεῖν τι δεινὸν ἀπαίρειν ἐκ τῆς πόλεως ἐβούλετο δακρύων ἅμα καὶ τὴν ἑαυτοῦ τύχην κατολοφυρόμενος, ὥσπερ οἱ κατ ἀλήθειαν ὑπὲρ τῆς ψυχῆς ἀγωνιῶντες.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기