호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ποταμοῦ καταγαγεῖν, τὸν δ ἀμφιθέατρον ἱππόδρομον οὐδὲν ἔξω κρηπίδων ἔχοντα παστάσιν ὑποστέγοις περιλαβεῖν:? ταῦτα δὴ πάντες οἱ πένητες εἰργάζοντο σῖτα παρ αὐτοῦ μέτρια λαμβάνοντες:
οἱ μὲν λατομοῦντες, οἱ δ ὑλοτομοῦντες, οἱ δὲ τὰς κομιζούσας ταῦθ ἁμάξας ἄγοντες, οἱ δ ἐπὶ τῶν ὤμων αὐτοὶ τὰ ἄχθη φέροντες: μεταλλεύοντές τε τὰς ὑπονόμους σήραγγας ἕτεροι καὶ πλάττοντες τὰς ἐν αὐταῖς καμάρας καὶ τὰς παστάδας ἐγείροντες, καὶ τοῖς ταῦτα πράττουσι χειροτέχναις ὑπηρετοῦντες χαλκοτύποι τε καὶ τέκτονες καὶ λιθουργοὶ τῶν ἰδιωτικῶν ἔργων ἀφεστῶτες ἐπὶ ταῖς δημοσίαις κατείχοντο χρείαις. περὶ ταῦτα δὴ τὰ ἔργα τριβόμενος ὁ λεὼς οὐδεμίαν ἀνάπαυσιν ἐλάμβανεν:
ὥσθ οἱ πατρίκιοι τὰ τούτων κακὰ καὶ τὰς λατρείας ὁρῶντες ἔχαιρόν τ ἐν μέρει καὶ τῶν ἰδίων ἐπελανθάνοντο ἀλγεινῶν:
κωλύειν μὲν γὰρ οὐδέτεροι τὰ γινόμενα ἐπεχείρουν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기