- 텍스트

Dionysius of Halicarnassus, Antiquitates Romanae, Books IV-VI, book 4, chapter 34

(디오니시오스, Antiquitates Romanae, Books IV-VI, book 4, chapter 34)

περὶ δὲ τῆς βασιλείας, ἐπειδὴ τοῦτ ἐστιν, ὃ κατηγορεῖς μου, ἄκουσον, ὅπως τ αὐτῆς ἔτυχον, καὶ δι ἃς αἰτίας οὔθ ὑμῖν οὔτ ἄλλῳ τινὶ μεθίεμαι.? ὅτε τῆν ἐπιμέλειαν τῆς πόλεως παρέλαβον, αἰσθόμενος ἐπιβουλάς τινας κατ ἐμαυτοῦ γινομένας, παραδοῦναι τῷ δήμῳ τὰ πράγματ ἐβουλήθην:

καὶ συναγαγὼν ἅπαντας εἰς ἐκκλησίαν ἀπεδίδουν αὐτοῖς τὴν ἀρχὴν ἀντὶ τῆς ἐπιφθόνου ταύτης καὶ πλείω τὰ λυπηρὰ τῶν ἡδέων ἐχούσης ἡγεμονίας τὴν ἀκίνδυνον ἀντικαταλλασσόμενος ἡσυχίαν. οὐκ ἠνέσχοντο Ῥωμαῖοι ταῦτά μου πράττειν βουλομένου οὐδ ἠξίωσαν ἕτερόν τινα τῶν κοινῶν ἀποδεῖξαι κύριον, ἀλλ ἐμὲ κατέσχον καὶ τὴν βασιλείαν ἔδωκάν μοι ψῆφον ἐπενέγκαντες, τὴν ἑαυτῶν, Ταρκύνιε, κτῆσιν, οὐ τὴν ὑμετέραν:

ὥσπερ γε καὶ τὸν πάππον ὑμῶν παρήγαγον ἐπὶ τὰ πράγματα ξένον ὄντα καὶ οὐδὲν προσήκοντα τῷ πρότερον βασιλεῖ:

καίτοι παῖδάς γ Ἄγκος Μάρκιος ὁ βασιλεὺς κατέλιπεν ἀκμάζοντας, οὐχ υἱωνοὺς καὶ νηπίους, ὥσπερ ὑμᾶς Ταρκύνιος. καὶ τὰ χρήματα τῶν ἐκλειπόντων βασιλέων σὺν τούτοις καὶ τὰς βασιλείας αὐτῶν παραλαμβάνειν, οὐκ ἂν Ταρκύνιος ὁ πάππος ὑμῶν τὴν ἡγεμονίαν παρέλαβεν Ἄγκου τελευτήσαντος, ἀλλ ὁ πρεσβύτερος τῶν ἐκείνου παίδων.

ἀλλ ὁ δῆμος ὁ Ῥωμαίων οὐ τὸν διάδοχον τοῦ πατρός, ἀλλὰ τὸν ἄξιον τῆς ἀρχῆς ἐπὶ τὰ πράγματ ἐκάλει:

ἡγεῖτο γὰρ τὰ μὲν χρήματα τῶν κτησαμένων εἶναι, τὴν δὲ βασιλείαν τῶν δεδωκότων: καὶ τὰ μὲν ὅταν τι πάθωσιν οἱ κύριοι τοὺς κατὰ γένος ἢ κατὰ διαθήκας διαδόχους προσήκειν παραλαμβάνειν, τὴν δ ὅταν ἐκλίπωσιν οἱ λαβόντες τοὺς δεδωκότας ἔχειν: εἰ μή τι τοιοῦτον ἔχεις δικαίωμα φέρειν, ὅτι τὴν βασιλείαν ὁ πάππος ὑμῶν ἐπὶ ῥητοῖς τισι παρέλαβεν, ὥστε καὶ αὐτὸς ἔχειν ἀναφαίρετον καὶ ὑμῖν τοῖς ἐγγόνοις καταλιπεῖν, καὶ ὁ δῆμος οὐ κύριος ἦν ἀφελόμενος αὐτὴν ὑμῶν ἐμοὶ δοῦναι. εἰ γάρ τι τοιοῦτον εἰπεῖν ἔχεις, τί οὐ φέρεις τὰς συνθήκας εἰς μέσον·

ἀλλ οὐκ ἂν ἔχοις. σοῦ.

ἀλλ οὔτε τούτους οὔτ ἄλλον οὐδένα ἀδικῶ. μάρτυς δὲ τῆς ἐκ τοῦ δικαίου μοι καὶ τότε δοθείσης καὶ νῦν ὑπαρχούσης ἐξουσίας ὁ χρόνος, ἐν ᾧ τετταρακονταετεῖ γεγονότι Ῥωμαίων οὐδεὶς ἡγήσατό με πώποτ ἀδικεῖν, οὐδ ἐκβαλεῖν με τῆς ἀρχῆς ἐπεχείρησεν οὔθ ὁ δῆμος οὔθ ἡ βουλή.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION