호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
βούλομαι δ ἐπιστήσας τὸν ἑξῆς λόγον ἀποδοῦναι τὰς αἰτίας, δι ἃς οὔτε Φαβίῳ συγκατεθέμην οὔτε τοῖς ἄλλοις ἱστορικοῖς, ὅσοι γράφουσιν υἱοὺς εἶναι τοὺς καταλειφθέντας παῖδας ὑπὸ Ταρκυνίου, ἵνα μή τινες τῶν ἐκείναις ἐντυχόντων ταῖς ἱστορίαις σχεδιάζειν με ὑπολάβωσιν οὐχ υἱοὺς, ἀλλ υἱωνοὺς αὐτοῦ γράφοντα τοὺς παῖδας.? παντάπασι γὰρ ἀπερισκέπτως καὶ ῥᾳθύμως οἱ συγγραφεῖς περὶ αὐτῶν ταύτην ἐξενηνόχασι τὴν ἱστορίαν οὐδὲν ἐξητακότες τῶν ἀναιρούντων αὐτὴν ἀδυνάτων τε καὶ ἀτόπων:
ὧν ἕκαστον ἐγὼ πειράσομαι ποιῆσαι φανερὸν δι ὀλίγων. Ταρκύνιος ἐκ Τυρρηνίας μετανίσταται τὸν οἶκον ὅλον ἀνασκευασάμενος ἐν τῇ κρατίστῃ τοῦ φρονεῖν ὑπάρχων ἡλικίᾳ.
πολιτεύεσθαι γὰρ ἤδη καὶ ἄρχειν καὶ τὰ κοινὰ πράττειν ἀξιῶν παραδίδοται, καὶ τὴν ἄπαρσιν ἐκεῖθεν πεποιημένος διὰ τὸ μηδεμιᾶς ἐν τῇ πόλει τιμῆς μεταλαμβάνειν. ἕτερος μὲν οὖν ἄν τις αὐτὸν ὑπέθετο καὶ τριακοστὸν ἔτος ἔχοντα τοὐλάχιστον, ὅτ ἀπῆρεν ἐκ Τυρρηνίας:
ἀπὸ ταύτης γὰρ οἱ νόμοι τῆς ἡλικίας καλοῦσιν ὡς ἐπὶ τὸ πολὺ τοὺς ἄρχειν τε καὶ πράττειν βουλομένους τὰ κοινά:
ἐγὼ δ ἔτι νεώτερον αὐτὸν ὑποτίθεμαι πέντε ὅλοις ἔτεσι, καὶ ποιῶ κατὰ τὸ πέμπτον καὶ εἰκοστὸν ἔτος ἀπανιστάμενον. καὶ μὴν ὅτι γυναῖκα Τυρρηνίδα ἐπηγάγετο, ἣν ζῶντος ἔτι τοῦ πατρὸς ἔγημεν, ἅπαντες ὁμολογοῦσιν οἱ τὰς Ῥωμαϊκὰς συγγράψαντες ἱστορίας. παραγίνεται δ εἰς Ῥώμην Ἄγκου Μαρκίου βασιλεύοντος, ὡς μὲν Γέλλιος ἱστορεῖ κατὰ τὸν πρῶτον ἐνιαυτὸν τῆς βασιλείας, ὡς δὲ Λικίννιος γράφει κατὰ τὸν ὄγδοον.
ἔστω δὴ κατὰ τοῦτον ἐληλυθὼς τὸν ἐνιαυτόν, καθ ὃν γράφει Λικίννιος, καὶ μὴ πρότερον: ἐν ὑστέρῳ μὲν γὰρ οὐκ ἂν εἰή χρόνῳ παραγεγονώς, εἴγε δὴ κατὰ τὸν ἔνατον ἐνιαυτὸν τῆς Ἄγκου δυναστείας ἱππέων ἡγούμενος ἐπὶ τὸν πρὸς Λατίνους πόλεμον ὑπὸ τοῦ βασιλέως πέμπεται, ὡς ἀμφότεροι λέγουσιν οἱ συγγραφεῖς: εἰ δὴ παρεγένετο μὲν εἰς Ῥώμην οὐ πλείω τῶν πέντε καὶ εἴκοσι γεγονὼς ἐτῶν, Ἄγκῳ δὲ βασιλεῖ κατὰ τὸν ὄγδοον τῆς ἀρχῆς ἐνιαυτὸν φίλος γενόμενος ἑπτακαίδεκα διέτριψεν ἔτη παρ αὐτῷ τὰ λοιπά: τέτταρα γὰρ ἐπὶ τοῖς εἴκοσι βεβασίλευκεν Ἄγκος:
ἔτη δ ὀκτὼ καὶ τριάκοντα τὴν βασιλείαν κατέσχεν αὐτὸς ὡς ἅπαντες ὁμολογοῦσιν, ὀγδοηκονταέτης ἂν ἦν, ὅτ ἐτελεύτα. ἐκ γὰρ τοῦ συλλογισμοῦ τῶν ἐτῶν τοῦτο συνάγεται τὸ πλῆθος. ἡ γυνὴ δ εἰ πέντε ἔτεσιν ἦν αὐτοῦ νεωτέρα καθάπερ εἰκός, ἑβδομηκοστὸν ἂν δήπου καὶ πέμπτον εἶχεν ἔτος, ὅτ ἀπέθνησκε Ταρκύνιος.
εἰ δὴ τὸν νεώτερον τῶν υἱῶν ἔσχατον ἐκύησεν ἔτος ἔχουσα πεντηκοστόν: προσωτέρω γὰρ οὐκέτι κυϊ´σκεται τούτου τοῦ χρόνου γυνή, ἀλλ ἔστιν οὗτος αὐτὸς τῶν ὠδίνων ὁ ὁρ´ος, ὡς οἱ ταῦτ ἐξητακότες γράφουσιν: οὗτος μὲν οὖν οὐκ ἂν ἐλάττω γεγονὼς ἦν ἐτῶν πέντε καὶ εἴκοσι κατὰ τὸν τοῦ πατρὸς θάνατον, ὁ δὲ Λεύκιος ὁ πρεσβύτερος οὐ μείων ἑπτακαιεικοσαέτους: οὐκ ἄρα νηπίους κατέλιπεν υἱοὺς ὁ Ταρκύνιος ἐκ ταύτης γεγονότας τῆς γυναικός. ἀλλὰ μὴν εἴγ ἀνδρῶν ἡλικίαν εἶχον οἱ παῖδες, ὅθ ὁ πατὴρ αὐτῶν ἀπέθνησκεν, οὔτ ἂν ἡ μήτηρ αὐτῶν οὕτως ἦν ἀθλία καὶ θεοβλαβής, ὥστ ἀφαιρεῖσθαι μὲν τῶν ἑαυτῆς τέκνων ἣν κατέλιπεν αὐτοῖς ὁ πατὴρ ἀρχήν, τῷ δ ἀλλοτρίῳ καὶ ἐκ δούλης γεγονότι χαρίζεσθαι: οὔτ ἂν αὐτοὶ τῆς πατρῴας ἀρχῆς ἀποστερούμενοι φαύλως καὶ ῥᾳθύμως τὸ ἀδίκημα ἤνεγκαν καὶ ταῦτ ἐν τῇ κρατίστῃ τοῦ λέγειν τε καὶ πράττειν ὄντες ἀκμῇ:
οὔτε γὰρ εὐγενείᾳ προεῖχεν αὐτῶν ὁ Τύλλιος ἐκ δούλης μητρὸς ὢν οὔθ ἡλικίας ἀξιώματι παρὰ πολὺ διήλλαττεν, ἀλλὰ τρισὶ μόνον ἔτεσι θατέρου πρεσβύτερος ἦν: ὥστ οὐκ ἄν γε παρεχώρησαν αὐτῷ τῆς βασιλείας ἑκόντες.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기