호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
κατελάβετο δὲ καὶ τὸ τῆς Ἀχραδινῆς προάστειον, καὶ τοὺς νεὼς τῆς τε Δήμητρος καὶ Κόρης ἐσύλησεν:? ὑπὲρ ὧν ταχὺ τῆς εἰς τὸ θεῖον ἀσεβείας ἀξίαν ὑπέσχε τιμωρίαν. ταχὺ γὰρ αὐτῷ τὰ πράγματα καθ ἡμέραν ἐγίνετο χείρω, καὶ τοῦ Διονυσίου θαρροῦντος ἀκροβολισμοὺς συνίστασθαι συνέβαινε προτερεῖν τοὺς Συρακοσίους. ἐγίνοντο δὲ καὶ τὰς νύκτας ἐν τῷ στρατοπέδῳ παράλογοι ταραχαί, καὶ μετὰ τῶν ὅπλων συνέτρεχον, ὡς τῶν πολεμίων ἐπιθεμένων τῷ χάρακι.
ἐπεγενήθη δὲ καὶ νόσος, ἣ πάντων αὐτοῖς αἰτία κακῶν κατέστη: περὶ ἧς μικρὸν ὕστερον ἐροῦμεν, ἵνα μὴ προλαμβάνωμεν τῇ γραφῇ τοὺς καιρούς. Ἰμίλκων μὲν οὖν τεῖχος περιβαλὼν τῇ παρεμβολῇ, τοὺς τάφους σχεδὸν πάντας τοὺς σύνεγγυς καθεῖλεν, ἐν οἷς τόν τε Γέλωνος καὶ τῆς γυναικὸς αὐτοῦ Δημαρέτης, πολυτελῶς κατεσκευασμένους.
ᾠκοδόμησε δὲ καὶ τρία φρούρια παρὰ θάλατταν, τὸ μὲν ἐπὶ τοῦ Πλημμυρίου, τὸ δ ἐπὶ μέσου τοῦ λιμένος, τὸ δὲ κατὰ τὸν νεὼν τοῦ Διός: εἰς δὲ ταῦτα τόν τε οἶνον καὶ τὸν σῖτον καὶ τὰ λοιπὰ τῶν ἐπιτηδείων κατεκόμιζε, νομίζων χρονιωτέραν ἔσεσθαι τὴν πολιορκίαν. ἀπέστειλε δὲ καὶ τὰς ὁλκάδας ναῦς ἔς τε Σαρδῶνα καὶ Λιβύην, ὅπως σῖτον καὶ τὰς ἄλλας τροφὰς παρακομίζωσιν.
Πολύξενος δὲ ὁ Διονυσίου κηδεστὴς ἔκ τε Πελοποννήσου καὶ τῆς Ἰταλίας παρεγενήθη ναῦς μακρὰς ἄγων τριάκοντα παρὰ τῶν συμμάχων καὶ ναύαρχον Φαρακίδαν Λακεδαιμόνιον. μετὰ δὲ ταῦτα Διονύσιος μὲν καὶ Λεπτίνης μετὰ μακρῶν νεῶν ἐξέπλεον ἀγορὰν βουλόμενοι παρακομίσαι, οἱ δὲ Συρακόσιοι καθ αὑτούς τε γενόμενοι καὶ κατὰ τύχην ἰδόντες σιτηγὸν πλοῖον προσφερόμενον, πέντε ναυσὶν ἐπέπλευσαν αὐτῷ, καὶ κατακυριεύσαντες κατῆγον εἰς τὴν πόλιν.
τῶν δὲ Καρχηδονίων ἐπ αὐτοὺς ἀναχθέντων τετταράκοντα ναυσίν, οἱ Συρακόσιοι πάσας ἐπλήρωσαν τὰς ναῦς, καὶ ναυμαχήσαντες τῆς τε στρατηγίδος νεὼς ἐκυρίευσαν καὶ τῶν ἄλλων εἴκοσι καὶ τέτταρας διέφθειραν:
καταδιώξαντες δὲ τὰς φευγούσας μέχρι τοῦ ναυστάθμου τῶν πολεμίων, προεκαλοῦντο τοὺς Καρχηδονίους εἰς ναυμαχίαν. ἐκεῖνοι μὲν οὖν διὰ τὸ παράδοξον τεταραγμένοι ἡσυχίαν ἔσχον, οἱ δὲ Συρακόσιοι τὰς αἰχμαλώτους ναῦς ἀναψάμενοι κατήγαγον εἰς τὴν πόλιν.
μετεωρισθέντες δὲ τῷ προτερήματι, καὶ διαλογιζόμενοι τὸν μὲν Διονύσιον πλεονάκις ἡττημένον, αὑτοὺς δὲ χωρὶς ἐκείνου νενικηκότας Καρχηδονίους, φρονήματος ἐπληροῦντο. ἀθροιζόμενοι δὲ διελάλουν, ὅτι περιορῶσιν αὑτοὺς δουλεύοντας Διονυσίῳ, καὶ ταῦτα καιρὸν ἔχοντες τῆς καταλύσεως αὐτοῦ:
τὸν μὲν γὰρ ἔμπροσθεν χρόνον ἦσαν ἀφωπλισμένοι, τότε δὲ διὰ τὸν πόλεμον τῶν ὅπλων ἦσαν κύριοι. οὐ μὴν ἀλλὰ τοιούτων λόγων γινομένων Διονύσιος κατέπλευσε, καὶ συναγαγὼν ἐκκλησίαν ἐπῄνει τοὺς Συρακοσίους καὶ παρεκάλει θαρρεῖν, ἐπαγγελλόμενος ταχέως καταλύσειν τὸν πόλεμον.
ἤδη δ αὐτοῦ μέλλοντος διαλύειν τὴν ἐκκλησίαν ἀναστὰς Θεόδωρος ὁ Συρακόσιος, ἐν τοῖς ἱππεῦσιν εὐδοκιμῶν καὶ δοκῶν εἶναι πρακτικός, ἀπετόλμησε περὶ τῆς ἐλευθερίας τοιούτοις χρήσασθαι λόγοις.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기