호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οἱ δὲ Μοτυηνοὶ τὸ μέγεθος τοῦ κινδύνου λογιζόμενοι, καὶ τῶν γυναικῶν καὶ τῶν τέκνων ἐν ὀφθαλμοῖς ὄντων, τῷ περὶ τούτων φόβῳ προθυμότερον ἠγωνίζοντο.? οἱ μὲν γὰρ γονέων παρεστώτων καὶ δεομένων μὴ περιιδεῖν αὐτοὺς τῇ τούτων ὕβρει παραδιδομένους ἐπηγείροντο ταῖς ψυχαῖς, οὐδεμίαν φειδὼ τοῦ ζῆν ποιούμενοι, οἱ δὲ γυναικῶν καὶ νηπίων τέκνων θρῆνον ἀκούοντες ἔσπευδον εὐγενῶς ἀποθανεῖν, πρὶν ἐπιδεῖν τὴν τῶν τέκνων αἰχμαλωσίαν: οὐδὲ γὰρ φυγεῖν ἐκ τῆς πόλεως ἦν, ὡς ἂν περιεχούσης μὲν θαλάττης, τῶν δὲ πολεμίων θαλαττοκρατούντων.
ἐξέπληττέ τε καὶ μάλιστα ἀπογινώσκειν ἐποίει τοὺς Φοίνικας τὸ ὠμῶς κεχρῆσθαι τοῖς τῶν Ἑλλήνων ἡλωκόσιν, οἷς ταὐτὸ προσεδόκων πείσεσθαι. ἀπελείπετ οὖν αὐτοῖς εὐγενῶς μαχομένοις ἢ νικᾶν ἢ τελευτᾶν. τοιαύτης δὲ παραστάσεως ἐμπεσούσης εἰς τὰς τῶν πολιορκουμένων ψυχάς, συνέβαινε τοὺς Σικελιώτας εἰς πολλὴν ἀπορίαν ἐμπίπτειν.
ἀπὸ γὰρ τῶν ἐπερεισθεισῶν σανίδων μαχόμενοι κακῶς ἀπήλλαττον διά τε τὴν στενοχωρίαν καὶ διὰ τὸ τοὺς ἐναντίους ἀπονενοημένως κινδυνεύειν, ὡς ἂν ἀπογινώσκοντας τὸ ζῆν:
ὥσθ οἱ μὲν εἰς χεῖρας συμπλεκόμενοι καὶ τραύματα διδόντες καὶ λαμβάνοντες ἀπέθνησκον, οἱ δ ὑπὸ τῶν Μοτυαίων ἐξωθούμενοι καὶ ἀπὸ τῶν σανίδων ἀποπίπτοντες εἰς τὴν γῆν ἀπώλλυντο. τέλος δ ἐφ ἡμέρας τοιαύτης τινὸς τῆς πολιορκίας γινομένης, Διονύσιος αἰεὶ πρὸς τὴν ἑσπέραν τῇ σάλπιγγι τοὺς μαχομένους ἀνακαλούμενος ἔλυε τὴν πολιορκίαν.
εἰς τοιαύτην δὲ συνήθειαν τοὺς Μοτυαίους ἀγαγών, ἐπειδὴ παρ ἑκατέρων οἱ κινδυνεύοντες ἀπῆλθον, ἀπέστειλεν Ἀρχύλον τὸν Θούριον μετὰ τῶν ἐπιλέκτων: οὗτος δ ἤδη νυκτὸς οὔσης προσήρεισε ταῖς πεπτωκυίαις οἰκίαις κλίμακας, δι ὧν ἀναβὰς καὶ καταλαβόμενός τινα τόπον εὔκαιρον παρεδέχετο τοὺς περὶ τὸν Διονύσιον.
οἱ δὲ Μοτυαῖοι τὸ γεγενημένον αἰσθόμενοι παραυτίκα μετὰ πάσης σπουδῆς παρεβοήθουν, καὶ τῶν καιρῶν ὑστεροῦντες οὐδὲν ἧττον ὑπέστησαν τὸν κίνδυνον.
γενομένης δὲ τῆς μάχης ἰσχυρᾶς καὶ πολλῶν προσαναβάντων, μόγις οἱ Σικελιῶται τῷ πλήθει κατεπόνησαν τοὺς ἀνθεστηκότας. εὐθὺς δὲ καὶ διὰ τοῦ χώματος ἡ δύναμις ἅπασα τοῦ Διονυσίου παρεισέπεσεν εἰς τὴν πόλιν, καὶ πᾶς τόπος ἔγεμε τῶν ἀναιρουμένων:
οἱ γὰρ Σικελιῶται ὠμότητα ὠμότητι σπεύδοντες ἀμύνεσθαι, πάντας ἑξῆς ἀνῄρουν, ἁπλῶς οὐ παιδός, οὐ γυναικός, οὐ πρεσβύτου φειδόμενοι. Διονύσιος δὲ βουλόμενος ἐξανδραποδίσασθαι τὴν πόλιν, ὅπως ἀθροισθῇ χρήματα, τὸ μὲν πρῶτον ἀνεῖργε τοὺς στρατιώτας τοῦ φονεύειν τοὺς αἰχμαλώτους:
ὡς δ οὐδεὶς αὐτῷ προσεῖχεν, ἀλλ ἑώρα τὴν τῶν Σικελιωτῶν ὁρμὴν ἀκατάσχετον οὖσαν, παρεστήσατο κήρυκας τοὺς μετὰ βοῆς δηλώσοντας τοῖς Μοτυαίοις φυγεῖν εἰς τὰ παρὰ τοῖς Ἕλλησιν ἱερὰ τιμώμενα. οὗ γενηθέντος οἱ μὲν στρατιῶται τοῦ φονεύειν ἔληγον, ἐπὶ δὲ τὴν τῶν κτήσεων διαρπαγὴν ὡρ´μησαν:
καὶ διεφορεῖτο πολὺς μὲν ἄργυρος, οὐκ ὀλίγος δὲ χρυσός, καὶ ἐσθῆτες πολυτελεῖς καὶ τῆς ἄλλης εὐδαιμονίας πλῆθος. τὴν δὲ τῆς πόλεως διαρπαγὴν ἔδωκεν ὁ Διονύσιος τοῖς στρατιώταις, βουλόμενος προθύμους αὐτοὺς ποιῆσαι πρὸς τοὺς ἐπιφερομένους κινδύνους. ἀπὸ δὲ τούτων γενόμενος Ἀρχύλον τὸν ἀναβάντα πρῶτον ἐπὶ τὸ τεῖχος ἑκατὸν μναῖς ἐστεφάνωσεν, τῶν δ ἄλλων κατὰ τὴν ἀξίαν ἕκαστον τῶν ἠνδραγαθηκότων ἐτίμησεν, καὶ τῶν Μοτυαίων τοὺς περιλειφθέντας ἐλαφυροπώλησεν:
Δαϊμένην δὲ καί τινας τῶν Ἑλλήνων συμμαχοῦντας Καρχηδονίοις λαβὼν αἰχμαλώτους ἀνεσταύρωσεν. μετὰ δὲ ταῦτα φύλακας τῆς πόλεως καταστήσας, Βίτωνα τὸν Συρακόσιον φρούραρχον ἀπέδειξε:
τὸ δὲ πλεῖον μέρος ἐκ τῶν Σικελῶν ὑπῆρχεν. καὶ Λεπτίνην μὲν τὸν ναύαρχον μετὰ νεῶν εἴκοσι καὶ ἑκατὸν ἐκέλευσεν παρατηρεῖν τὴν διάβασιν τῶν Καρχηδονίων, συνέταξε δ αὐτῷ τὴν Αἴγεσταν καὶ τὴν Ἔντελλαν πολιορκεῖν, καθάπερ ἐξ ἀρχῆς πορθεῖν αὐτὰς ἐνεστήσατο: αὐτὸς δὲ τοῦ θέρους ἤδη λήγοντος ἀνέζευξε μετὰ τῆς δυνάμεως εἰς Συρακούσας. ἐν δὲ ταῖς Ἀθήναις Σοφοκλῆς ὁ Σοφοκλέους τραγῳδίαν διδάσκειν ἤρξατο, καὶ νίκας ἔσχε δεκαδύο.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기