- 텍스트

Athenaeus, The Deipnosophists, Book 3, book 3, chapter 101

(아테나이오스, The Deipnosophists, Book 3, book 3, chapter 101)

τεθαύμακα δὲ καὶ πῶς οὐκ ἐζήτησας ὁ δὲ χόνδρος πόθεν·? Μεγαρόθεν ἢ Θετταλικός· ὅθεν καὶ Μυρτίλος ἐστίν. καὶ ὁ Οὐλπιανὸς παύομαι, ἔφη, ἐσθίων ἑώς ἄν με διδάξῃς παρὰ τίσιν εἴρηνται οὗτοι οἱ χόνδροι. καὶ ὁ Αἰμιλιανὸς ἔφη: ἀλλ οὐ φθονήσω σοι. ὁρῶν γὰρ λαμπροτάτην δείπνου παρασκευὴν βούλομαί σε δίκην ἀλεκτρυόνος ἐμφορηθέντα τοῦ χόνδρου κορύξασθαι καὶ διδάσκειν ἡμᾶς περὶ ὧν μέλλομεν ἐδεσμάτων μεταλαμβάνειν. καὶ ὃς δυσχεράνας ἔφη: πόθεν σοι καὶ τὰ ἐδέσματα· μὴ γὰρ ἀναπαύσασθαι ἔστι ζητοῦντα ἀεί τι πρὸς τοὺς ὀψιμαθεῖς τούτους σοφιστάς·

ἀλλὰ μήν, ἔφη, καὶ περὶ τούτου σοι τὸν λόγον, ὁ Αἰμιλιανός, ἀποδώσω. λέξω δὲ πρῶτον περὶ τοῦ χόνδρου Ἀντιφάνους παρατιθέμενος ἐξ Ἀντείας τάδε: ἐν ταῖς σπυρίσι δὲ τί ποτ ἔνεστιν, φίλτατε· β. ἐν ταῖς τρισὶν μὲν χόνδρος ἀγαθὸς Μεγαρικός. α. οὐ Θετταλικὸν τὸν χρηστὸν εἶναί φασι δέ· β τῆς. . Φοινίκης. . σεμίδαλις, ἐκ πολλῆς σφόδρ ἐξηττημένη. τὸ δ αὐτὸ τοῦτο δρᾶμα φέρεται καὶ ὡς Ἀλέξιδος ἐν ὀλίγοις σφόδρα διαλλάττον.

ἐν δὲ Πονήρᾳ πάλιν ὁ Ἄλεξις: καὶ χόνδρος ἔνδον ἐστὶ Θετταλικὸς πολύς. χόνδρον δὲ εἴρηκε τὸ ῥόφημα Ἀριστοφάνης ἐν Δαιταλεῦσιν οὕτως: ἢ χόνδρον ἕψων εἶτα μυῖαν ἐμβαλὼν ἐδίδου ῥοφεῖν ἄν. καὶ σεμιδάλεως δὲ μέμνηται, καὶ εἰ μὴ τὰ μαρτύρια κρατῶ, Στράττις ἐν Ἀνθρωπορέστῃ καὶ Ἄλεξις ἐν Ἰσοστασίῳ. τὴν γενικὴν δὲ σεμιδάλιδος εἴρηκεν ὁ Στράττις ἐν τῷ αὐτῷ δράματι οὕτω : τῶν δὲ διδύμων ἐκγόνων σεμιδάλιδος τὰ δὲ ἐδέσματα ὠνόμασεν Ἀντιφάνης ἐν Διδύμοις οὑτωσί:

ἀπέλαυσα πολλῶν καὶ καλῶν ἐδεσμάτων, πιών τε προπόσεις τρεῖς ἴσως ἤ τέτταρας ἐστρηνίων πως, καταβεβρωκὼς σιτία ἴσως ἐλεφάντων τεττάρων. ἐχέτω τέλος καὶ ἥδε ἡ βίβλος ἐπὶ τοῖς λόγοις τοῖς περὶ τῶν ἐδεσμάτων ἔχουσα τὴν καταστροφὴν ἀρχὴν γὰρ τοῦ δείπνου ἀπὸ τῶν ἑξῆς ποιησόμεθα - ου πρότερόν γε, ὦ Ἀθήναιε, πρὶν ἡμῖν διελθεῖν καὶ τὸ τοῦ Ἱππολόχου τὸ Μακεδονικὸν συμπόσιον.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION