호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐπιλήσμων εἶ, ἔφη, ὦ θαυμάσιε, ὁ Αἰμιλιανός.? οὐ σὺ μέντοι τὸν Κολοφώνιον Νίκανδρον ἀεὶ τεθαύμακας τὸν ἐποποιὸν ὡς φιλάρχαιον καὶ πολυμαθῆ· καὶ ὡς τὸ πεπέρι ὀνομάσαντα παρέθου· οὗτος τοίνυν αὐτὸς ἐν τῷ προτέρῳ τῶν Γεωργικῶν ἐμφανίζων τὴν τοῦ χόνδρου χρῆσιν καὶ μύστρον ὠνόμασε διὰ τούτων: ἀλλ ὁπότ ἢ ἐρίφοιο νεοσφάγος ἠὲ καὶ ἀρνὸς ἠὲ κλυτοῦ ὄρνιθος ἐφοπλίζεσθαι ἐδωδήν, χίδρα μὲν ἐντρίψειας ὑποστρώσας ἐνὶ κοίλοις ἄγγεσιν, εὐώδει δὲ μιγῇ ἀνάφυρσον ἐλαίῳ. ζωμὸν δὲ βρομέοντα καταντλας πνῖγε δὲ πῶμα ἀμφιβαλών:?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기