호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἔν τις ἐμοὶ καὶ τῆς χεέτω μέρος, οὐ γὰρ ἐοίκε θερμὴν βαστάζειν ἀνδρὶ φίλῳ πρόποσιν.? πιόντος οὖν αὐτοῦ πάλιν ἐζήτει ὁ Οὐλπιανός: ποῦ κεῖται ὁ κνισολοιχὸς καὶ τίνα ἐστὶ τὰ τοῦ Ἀσίου ἔπη τὰ περὶ τοῦ κνισοκόλακος· τὰ μὲν οὖν τοῦ Ἀσίου, ἔφη ὁ Μυρτίλος, ἔπη ταῦτ ἐστί: χωλός, στιγματίης, πολυγήραος, ἶσος ἀλήτῃ ἦλθεν κνισοκόλαξ εὖτε Μέλης ἐγάμει, ἄκλητος, ζωμοῦ κεχρημένος: ἐν δὲ μέσοισιν ἡρ´ως εἱστήκει βορβόρου ἐξαναδύς. ὁ δὲ κνισολοιχός ἐστι παρὰ μὲν Σωφίλῳ ἐν Φιλάρχῳ οὕτως:?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기