호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τούτων ὁ Μυρτίλος ἀκούσας ἔφη:? ἐγὼ δ ὢν φιλοτάριχος, ὦ ἑταῖροι, χιόνος πιεῖν βούλομαι κατὰ Σιμωνίδην. καὶ ὁ Οὐλπιανὸς κεῖται μὲν ὁ φιλοτάριχος, ἔφη, παρ Ἀντιφάνει ἐν Ὀμφάλῃ οὕτως: οὐ φιλοτάριχος οὐδαμῶς εἰμ, ὦ κόρη. Ἄλεξις δ ἐν Γυναικοκρατίᾳ καὶ ζωμοτάριχόν τινα κέκληκεν ἐν τούτοις: ὁ δὲ Κίλιξ ὅδ Ἱπποκλῆς, ὁ ζωμοτάριχος ὑποκριτής. τὸ δὲ κατὰ Σιμωνίδην τί ἐστιν οὐκ οἶδα. οὐ γὰρ μέλει σοι, ἔφη ὁ Μυρτίλος, ἱστορίας, ὦ γάστρων. κνισολοιχὸς γάρ τις εἶ καὶ κατὰ τὸν Σάμιον ποιητὴν Ἄσιον τὸν παλαιὸν ἐκεῖνον κνισοκόλαξ. Καλλίστρατος ἐν ζ Συμμίκτων φησὶν ὡς ἑστιώμενος παρά τισι Σιμωνίδης ὁ ποιητὴς κραταιοῦ καύματος ὡρ´ᾳ καὶ τῶν οἰνοχόων τοῖς ἄλλοις μισγόντων εἰς τὸ ποτὸν χιόνος, αὐτῷ δὲ οὔ, ἀπεσχεδίασε τόδε τὸ ἐπίγραμμα:
τὴν ῥὰ ποτ Οὐλύμποιο περὶ πλευρὰς ἐκάλυψεν ὠκὺς ἀπὸ Θρῄκης ὀρνύμενος Βορέης: ἀνδρῶν δ ἀχλαίνων ἔδακεν φρένας, αὐτὰρ ἐκάμφθη ζώνη Πιερίην γῆν ἐπιεσσαμένη: ἔν τις ἐμοὶ καὶ τῆς χεέτω μέρος, οὐ γὰρ ἐοίκε θερμὴν βαστάζειν ἀνδρὶ φίλῳ πρόποσιν.
πιόντος οὖν αὐτοῦ πάλιν ἐζήτει ὁ Οὐλπιανός: ποῦ κεῖται ὁ κνισολοιχὸς καὶ τίνα ἐστὶ τὰ τοῦ Ἀσίου ἔπη τὰ περὶ τοῦ κνισοκόλακος· τὰ μὲν οὖν τοῦ Ἀσίου, ἔφη ὁ Μυρτίλος, ἔπη ταῦτ ἐστί: χωλός, στιγματίης, πολυγήραος, ἶσος ἀλήτῃ ἦλθεν κνισοκόλαξ εὖτε Μέλης ἐγάμει, ἄκλητος, ζωμοῦ κεχρημένος: ἐν δὲ μέσοισιν ἡρ´ως εἱστήκει βορβόρου ἐξαναδύς. ὁ δὲ κνισολοιχός ἐστι παρὰ μὲν Σωφίλῳ ἐν Φιλάρχῳ οὕτως: :
ὀψοφάγος εἶ καὶ κνισολοιχός. ἐν δὲ τοῖς ἐπιγραφομένοις Συντρέχουσι κνισολοιχίαν εἴρηκεν ἐν τούτοις ὁ πορνοβοσκὸς γὰρ μ ὑπὸ κνισολοιχίας χορδὴν τιν αἱματῖτιν αὑτῷ σκευάσαι ἐκέλευσε ταυτηνί με. τοῦ κνισολοιχοῦ δὲ καὶ Ἀντιφάνης μνημονεύει ἐν Βομβυλιῷ, ὅτι δὲ ἔπινον καὶ γλυκὺν οἶνον μεταξὺ ἐσθίοντες, Ἄλεξίς φησιν ἐν Δρωπίδῃ:
εἰσῆλθεν ἡταίρα φέρουσα τὸν γλυκὺν ἐν ἀργυρῷ ποτηρίῳ, πετάχνῳ τινὶ ἀστειοτάτῳ τὴν ὄψιν, οὔτε τρυβλίῳ οὔτε φιάλῃ μετεῖχε δ ἀμφοῖν τοῖν ῥυθμοῖν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기