- 텍스트

Athenaeus, The Deipnosophists, Book 3, book 3, chapter 93

(아테나이오스, The Deipnosophists, Book 3, book 3, chapter 93)

τὸ δὲ ὠμοτάριχον, φησὶν ὁ Δίφιλος, κήτημα τινὲς λέγουσι, καί ἐστι βαρὺ καὶ γλοιῶδες, προσέτι δὲ καὶ δύσπεπτον.? ὁ δὲ ποτάμιος κορακῖνος, ὃν πέλτην τινὲς καλοῦσιν, ὁ ἀπὸ τοῦ Νείλου, ὃν οἱ κατὰ τὴν Ἀλεξάνδρειαν ἰδίως ἡμίνηρον ὀνομάζουσιν, ὑποπίμελος μέν ἐστι καὶ ἥκιστα κακόχυλος, σαρκώδης, τρόφιμος, εὔπεπτος, εὐανάδοτος, κατὰ πάντα τοῦ μύλλου κρείσσων. τὰ μέντοι τῶν ἰχθύων καὶ τῶν ταρίχων ᾠὰ πάντα δύσπεπτα, δύσφθαρτα, μᾶλλον δὲ τὰ τῶν λιπαρωτέρων καὶ μειζόνων σκληρότερα γὰρ μένει καὶ ἀδιαίρετα, γίνεται δὲ εὐστόμαχα μετὰ ἁλῶν σβεσθέντα καὶ ἐποπτηθέντα. πάντας δὲ χρὴ τοὺς ταρίχους πλύνειν ἄχρι ἂν τὸ ὕδωρ ἄνοσμον καὶ γλυκὺ γένηται. ὁ δ ἐκ θαλάσσης ἑψόμενος τάριχος γλυκύτερος γίνεται, θερμοί τε οἱ τάριχοι ἡδίονὲς εἰσιν.

Μνησίθεος δ ὁ Ἀθηναῖος ἐν τῷ περὶ ἐδεστῶν ἁλυκοί, φησίν, καὶ γλυκεῖς χυμοὶ πάντες ὑπάγουσι τὰς κοιλίας, οἱ δὲ ὀξεῖς καὶ δριμεῖς λύουσι τὴν οὔρησιν, οἱ δὲ πικροὶ μᾶλλον μὲν εἰσιν οὐρητικοί, λύουσι δ αὐτῶν ἔνιοι καὶ τὰς κοιλίας : οἱ δὲ στρυφνοὶ τὰς ἐκκρίσεις Ξενοφῶν δὲ ὁ μουσικώτατος ἐν τῷ ἐπιγραφομένῳ Ιἕρωνι ἢ τυραννικῷ διαβάλλων τὰ τοιαῦτα βρώματά φησι: τί γάρ, ἔφη ὁ Ιἕρων, τὰ πολλὰ ταῦτα μηχανήματα κατανενοήκατε ἃ παρατίθεται τοῖς τυράννοις, ὀξέα καὶ δριμέα καὶ στρυφνὰ καὶ τὰ τούτων ἀδελφά·

πάνυ μὲν οὖν, ἔφη ὁ Σιμωνίδης, καὶ πάνυ γέ μοι δοκοῦντα παρὰ φύσιν εἶναι ταῦτα ἀνθρώπῳ. ἄλλο τι οἰεί, ἔφη ὁ Ιἕρων, ταῦτα ἐδέσματα εἶναι ἢ μὴ διὰ κακῆς καὶ ἀσθενούσης ψυχῆς ἐπιθυμήματα· ἐπεὶ οἵ γε ἡδέως ἐσθίοντες καὶ σὺ που οἶσθα ὅτι οὐδὲν προσδέονται τούτων τῶν σοφισμάτων.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION