호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐσθιόντων δ ἡμῶν τὸ τάριχος καὶ πολλῶν ὁρμὴν ἐχόντων ἐπὶ τὸ πιεῖν ὁ Δάφνος ἔφη ἀνατείνας τὼ χεῖρε:? Ἡρακλείδης ὁ Ταραντῖνος, ἄνδρες φίλοι, ἐν τῷ ἐπιγραφομένῳ Συμποσίῳ φησί: ληπτέον σύμμετρον τροφὴν πρὸ τοῦ πίνειν καὶ μάλιστα τὰς εἰθισμένας προπαρατίθεσθαι περιφοράς: ἐκ διαστήματος γὰρ εἰσφερομένας ἐναλλάττειν τὰ ἀπὸ τοῦ οἴνου προσκαθίζοντα τῷ στομάχῳ καὶ δηγμῶν αἴτια καθιστάμενα, οἰόνται δέ τινες ταῦτ εἶναι καὶ κακοστόμαχα - λέγω δὴ λαχάνων καὶ ταρίχων γένη - δηκτικόν τι κεκτημένα, εὐθετεῖν δὲ τὰ κολλώδη καὶ ἐπιστύφοντα βρώματα, ἀγνοοῦντες ὅτι πολλὰ τῶν τὰς ἐκκρίσεις ποιούντων εὐλύτους ἐκ τῶν ἐναντίων εὐστόμαχα καθέστηκεν ἐν οἷς ἐστι καὶ τὸ σίσαρον καλούμενον οὗ μνημονεύει Ἐπίχαρμος ἐν Ἀγρωστίνῳ, ἐν Γῇ καὶ Θαλάσσῃ, καὶ Διοκλῆς ἐν α Ὑγιεινῶν, ἀσπάραγος, τεῦτλον τὸ λευκὸν ῾τὸ γὰρ μέλαν καθεκτικόν ἐστιν ἐκκρίσεων, κόγχαι, σωλῆνες, μύες θαλάττιοι, χῆμαι, κτένες, τάριχος τέλειος καὶ μὴ βρομώδης καὶ ἰχθύων εὐχύλων γένη. προπαρατίθεσθαι δ ἐστὶν ὠφέλιμον τὴν λεγομένην φυλλίδα καὶ τευτλίον, ἔτι δὲ τάριχος, εἰς τὰς ὁρμὰς εἰς ταῦτα μὴ ὁμοίως τῶν πολυτρόφων ἀπολαύειν.
τὰς δὲ ἁθρόους ἐν ἀρχῇ πόσεις ἐκκλιτέον δύσκλητοι γὰρ εἰς τὴν πλείονα τῶν ὑγρῶν προσφοράν. ἐν τῷ περὶ τῆς Ἀλεξάνδρου καὶ ῾ Ἡφαιστίωνος ταφῆς, οὐκ ἠπίσταντο πίνειν εὐτάκτως, ἀλλ εὐθέως ἐχρῶντο μεγάλαις προπόσεσιν, ὥστε μεθύειν ἔτι παρακειμένων τῶν πρώτων τραπεζῶν καὶ μὴ δύνασθαι τῶν σιτίων ἀπολαύειν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기