- 텍스트

Athenaeus, The Deipnosophists, Book 3, book 3, chapter 90

(아테나이오스, The Deipnosophists, Book 3, book 3, chapter 90)

τοσαύτην δ Ἀθηναῖοι σπουδὴν ἐποιοῦντο περὶ τὸ τάριχος ὡς καὶ πολίτας ἀναγράψαι τοὺς Χαιρεφίλου τοῦ ταριχοπώλου υἱούς, ὥς φησιν Ἄλεξις ἐν Ἐπιδαύρῳ οὕτως ι τοὺς Χαιρεφίλου δ υἱεῖς Ἀθηναίους, ὅτι εἰσήγαγεν τάριχος, οὓς καὶ Τιμοκλῆς ἰδὼν ἐπὶ τῶν ἵππων δύο σκόμβρους ἔφη ἐν τοῖς Σατύροις εἶναι.? μνημονεύει αὐτῶν καὶ Ὑπερείδης ὁ ῥήτωρ. Εὐθύνου δὲ τοῦ ταριχοπώλου μέμνηται Ἀντιφάνης ἐν Κουρίδι οὕτως : ἐλθών τε πρὸς τὸν τεμαχοπώλην, περίμενε,1 παρ: οὗ φέρειν εἰώθα κἂν οὕτω τύχῃ εὔθυνος ἀπολογίζων αὐτόθι χρηστόν τι, περίμεινον κέλευσον μοι τεμεῖν. Φειδίππου δὲ καὶ γὰρ οὗτος ταριχοπώλης Ἄλεξις ἐν Ἱππίσκῳ κἀν Σωράκοις: Φείδιππος ἕτερός τις ταριχηγὸς ξένος.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION