- 텍스트

Athenaeus, The Deipnosophists, Book 3, book 3, chapter 89

(아테나이오스, The Deipnosophists, Book 3, book 3, chapter 89)

ὃν ζητοῦντα προφθάσας ὁ Μυρτίλος ἔφη :? Κρατῖνος μὲν ἐν Διονυσαλεξάνδρῳ : ἐν σαργανίσιν ἄξω ταρίχους Ποντικούς. Πλάτων Διὶ κακουμένῳ : ὥσθ ἅττ ἔχω ταῦτ ἐς ταρίχους ἀπολέσω. Ἀριστοφάνης Δαιταλεῦσιν οὐκ αἰσχυνοῦμαι τὸν τάριχον τουτονὶ πλύνων ἅπασιν ὅσα σύνοιδ αὐτῷ κακά. Κράτης Θηρίοις: καὶ τῶν ῥαφάνων ἕψειν χρή, ἰχθῦς τ ὀπτᾶν τούς τε ταρίχους, ἡμῶν δ ἀπὸ χεῖρας ἔχεσθαι. ἰδίως δ ἐσχημάτισται παρ Ἑρμίππῳ ἐν Ἀρτοπώλισι: καὶ τάριχος πίονα. Σοφοκλῆς τ ἐν Φινεῖ: νεκρὸς τάριχος εἰσορᾶν Αἰγύπτιος. ὑποκοριστικῶς δ εἴρηκεν Ἀριστοφάνης ἐν Εἰρήνῃ: ἀγόρασόν τι χρηστὸν εἰς ἀγρὸν ταρίχιον.

καὶ Κηφισόδωρος ἐν τι: κρεᾴδιόν τι φαῦλον ἢ ταρίχιον. Φερεκράτης ἐν Αὐτομόλοις: ἡ γυνὴ δ ἡμῶν ἑκάστῳ λέκιθον ἕψουσ1 ἢ φακῆν ἀναμένει καὶ σμικρὸν ὀπτῶσ1 ὀρφανὸν ταρίχιον. καὶ Ἐπίχαρμος δ ἀρσενικῶς εἴρηκεν ὁ τάριχος. Ἡρόδοτος δ ἐν θ οὕτως: "οἱ τάριχοι ἐπὶ τῷ πυρὶ κείμενοι ἐπάλλοντο καὶ ἤσπαιρον. καὶ αἱ παροιμίαι δὲ κατὰ τὸ ἄρρεν λέγουσι: τάριχος ὀπτὸς εὐθὺς ἂν ἴδῃ τὸ πῦρ.

σαπρὸς τάριχος τὴν ὀρίγανον φιλεῖ. οὐκ ἂν πάθοι τάριχος ὧνπερ ἄξιος. Ἀττικοὶ δὲ καὶ οὐδετέρως λέγουσι, καὶ γίνεται ἡ γενικὴ τοῦ ταρίχους. Χιωνίδης Πτωχοῖς: ἆρ ἂν φάγοιτ: ἂν καὶ ταρίχους, ὦ θεοί· ἡ δὲ δοτικὴ ταρίχει ὡς ξίφει. Μένανδρος Ἐπιτρέπουσιν ἐπὶ τῷ ταρίχει τῷδε τοίνυν κόπτετον. ἐπὶ τὸ τάριχος ἅλας, ἐὰν οὕτω τύχῃ.

ὅτε δὲ ἀρσενικόν ἐστιν, ἡ γενικὴ οὐκέτι ἕξει τὸ ς.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION