- 텍스트

Athenaeus, The Deipnosophists, Book 3, book 3, chapter 88

(아테나이오스, The Deipnosophists, Book 3, book 3, chapter 88)

ἐπὶ τούτοις σιωπήσαντος τοῦ Διονυσοκλέους ὁ γραμματικὸς ἔφη Οὐάρος:? ἀλλὰ μὴν καὶ Ἀντιφάνης ὁ ποιητὴς ἐν Δευκαλίωνι ταρίχων τῶνδε μέμνηται: τάριχος ἀντακαῖον εἴ τις βούλετ ἢ Γαδειρικόν, Βυζαντίας δὲ θυννίδος ὀσμαῖσι χαίρει. καὶ ἐν Παρασίτῳ: τάριχος ἀντακαῖον ἐν μέσῳ πῖον, ὁλόλευκον, θερμόν. Νικόστρατός τε ἢ Φιλέταιρος ἐν Ἀντύλλῳ: Βυζάντιόν τε τέμαχος ἐπιβακχευσάτω, Γαδειρικὸν θ ὑπογάστριον παρεισίτω. καὶ προελθών ἀλλ ἐπριάμην παρ ἀνδρός, ὦ γῆ καὶ θεοί, ταριχοπώλου πάνυ καλοῦ τε κἀγαθοῦ τιλτὸν μέγιστον, ἄξιον δραχμῆς, δυοῖν ὀβολοῖν, ὃν οὐκ ἂν καταφάγοιμεν ἡμερῶν τριῶν ἂν ἐσθίοντες οὐδὲ δώδεκα: ὑπερμέγεθες γάρ ἐστιν. ἐπὶ τούτοις ὁ Οὐλπιανὸς ἀποβλέψας εἰς τὸν Πλούταρχον ἔφη:

μήποτ οὔτις ἐν τούτοις, ὦ οὗτος, τοὺς παρ ὑμῖν τοῖς Ἀλεξανδρεῦσι κατέλεξε Μενδησίους, ὧν οὐδ ἂν μαινόμενος κύων γεύσαιτο ἄν ποτε, ἢ τῶν καλῶν σου ἡμινήρων ἢ τῶν ταριχηρῶν σιλούρων. καὶ ὁ Πλούταρχος ὁ μὲν ἡμίνηρος, ἔφη, τί διαφέρει τοῦ προκαταλελεγμένου ἡμιταρίχου, οὗ ὁ καλὸς ὑμῶν Ἀρχέστρατος μέμνηται·

ἀλλ ὅμως ὠνόμασεν ἡμίνηρον ὁ Πάφιος Σώπατρος ἐν Μυστάκου θητίῳ οὕτως : ἐδέξατ ἀντακαῖον, ὃν τρέφει μέγας Ἴστρος Σκύθαισιν ἡμίνηρον ἡδονήν. καὶ τὸν Μενδήσιον οὕτως ὁ αὐτὸς καταλέγει Μενδήσιὸς θ ὡραῖος ἀκρόπαστος εὖ ξανθαῖσιν ὀπτὸς κέφαλος ἀκτῖσιν πυρός. ταῦτα δὲ τὰ βρώματα ὅτι πολλῷ ἡδίω ἐστὶ τῶν παρὰ σοὶ περισπουδάστων κόττα καὶ λέπιδι,2 οἱ πειραθέντες ἴσασι. λέγε οὖν ἡμῖν καὶ σὺ εἰ καὶ ἀρσενικῶς ὁ τάριχος λέγεται παρἈττικοῖς:

παρὰ γὰρ Ἐπιχάρμῳ οἴδαμεν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION