호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ὠμοτάριχον δέ τινα κέκληκεν Ἄλεξις ἐν Ἀπεγλαυκωμένῳ, ὁ δ αὐτὸς ποιητὴς ἐν Πονήρᾳ περὶ σκευασίας ταρίχων μάγειρόν τινα παράγει λέγοντα τάδε ὅμως λογίσασθαι πρὸς ἐμαυτὸν βούλομαι καθεζόμενος ἐνταῦθα τὴν ὀψωνίαν, ὁμοῦ τε συντάξαι τί πρῶτον οἰστέον ἡδυντέον τε πῶς ἕκαστὸν ἐστί μοι τάριχος πρῶτον ὡραῖον τοδί:? διωβόλου τοῦτ ἐστί. πλυτέον εὖ μάλα. εἶτ εἰς λοπάδιον ὑποπάσας ἡδύσματα ἐνθεὶς τὸ τέμαχος, λευκὸν οἶνον ἐπιχέας ἐπισκεδάσας τ ἔλαιον εἶθ ἕψων ποῶ μυελὸν ἀφειδῶς τ ἐπιγανώσας σιλφίῳ. ἐν δὲ Ἀπεγλαυκωμένῳ συμβολάς τις ἀπαιτούμενός φησι:
λέγ ἕτερον. παρ ἐμοῦ δ, ἐὰν μὴ καθ ἓν ἕκαστον πάντα δῷς,4 χαλκοῦ μέρος δωδέκατον οὐκ ἂν ἀπολάβοις. β. δίκαιος ὁ λόγος, ἀβάκιον, ψῆφον. α. λέγε. β. ἔστ ὠμοτάριχος πέντε χαλκῶν. α. β.
μῦς ἑπτὰ χαλκῶν. α. οὐδὲν ἀσεβεῖς οὐδέπω, λέγε. β. τῶν ἐχίνων ὀβολός. α. ἁγνεύεις ἔτι. β. ἆρ ἦν μετὰ ταῦθ ἡ ῥάφανος, ἣν ἐβοᾶτε· α. ναί: χρηστὴ γὰρ ἦν. β. ἔδωκα ταύτης δύ ὀβολούς. α. τί γὰρ ἐβοῶμεν· β. τὸ κύβιον τριωβόλου. α.
ὠνήν, κιχορίων δ οὐκ ἐπράξατ οὐδὲ ἕν. β. οὐκ οἶσθας, ὦ μακάριε, τὴν ἀγοράν, ὅτι κατεδηδόκασι τὰ λάχαν αἱ τρωξαλλίδες. α. διὰ τοῦτο τὸ τάριχος τέθεικας διπλασίου· β. ὁ ταριχοπώλης ἐστὶν ἐλθὼν πυνθάνου. γόγγρος δέκ ὀβολῶν. α. οὐχὶ πολλοῦ. λέγ ἕτερον. β. τὸν ὀπτὸν ἰχθὺν ἐπριάμην δραχμῆς. α. παπαῖ, ὥσπερ πυρετὸς ἀνῆκεν, εἶτ ἐν ἐπιτέλει. β. πρόσθες τὸν οἶνον, ὃν μεθυόντων προσέλαβον ὑμῶν, χοᾶς τρεῖς, δέκ ὀβολῶν ὁ χοῦς.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기