- 텍스트

Athenaeus, The Deipnosophists, Book 3, book 3, chapter 85 2:

(아테나이오스, The Deipnosophists, Book 3, book 3, chapter 85 2:)

σαπέρδῃ δ ἐνέπω κλαίειν μακρά, Ποντικῷ ὄψῳ, καὶ τοῖς κεῖνον ἐπαινοῦσιν.? παῦροι γὰρ ἴσασιν ἀνθρώπων ὅτι φαῦλον ἔφυ καὶ ἀκιδνὸν ἔδεσμα. ἀλλὰ τριταῖον ἔχειν σκόμβρον, πρὶν ἐς ἁλμυρὸν ὕδωρ ἐλθεῖν, ἀμφορέως ἐντὸς νέον, ἡμιτάριχον. ἂν δ ἀφίκῃ κλεινοῦ Βυζαντίου εἰς πόλιν ἁγνήν, ὡραίου φάγε μοι τέμαχος πάλιν ἐστὶ γὰρ ἐσθλὸν καὶ μαλακόν. παρέλιπεν δ ὁ τένθης Ἀρχέστρατος συγκαταλέξαι ἡμῖν καὶ τὸ παρὰ Κράτητι τῷ κωμῳδιοποιῷ ἐν Σαμίοις λεγόμενον ἐλεφάντινον τάριχος, περὶ οὗ φησιν σκυτίνῃ ποτ ἐν χύτρᾳ τάριχος ἐλεφάντινον ἧψε ποντιὰς χελώνη πευκίνοισι καύμασι,2 καρκίνοι ποδάνεμοί τε καὶ τανύπτεροι λύκοι ὑσοριμαχεῖν ἄνδρες οὐρανοῦ καττύματα.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION