- 텍스트

Athenaeus, The Deipnosophists, Book 3, book 3, chapter 85

(아테나이오스, The Deipnosophists, Book 3, book 3, chapter 85)

Διοκλῆς μὲν ὁ Καρύστιος ἐν τοῖς Ὑγιεινοῖς ἐπιγραφομένοις τῶν ταρίχων φησὶ τῶν ἀπιμέλων κράτιστα εἶναι τὰ ὡραῖα, τῶν δὲ πιόνων τὰ θύννεια.? Ἱκέσιος δὲ ἱστορεῖ οὐκ εἶναι εὐεκκρίτους κοιλίας οὔτε πηλαμύδας οὔτε τὰ ὡραῖα, τὰ δὲ νεώτερα τῶν θυννείων τὴν αὐτὴν ἀναλογίαν ἔχειν τοῖς κυβίοις μεγάλην τε εἶναι διαφορὰν πρὸς πάντα τὰ ὡραῖα λεγόμενα, ὁμοίως δὲ λέγει καὶ τῶν Βυζαντίων ὡραίων πρὸς τὰ ἀφ ἑτέρων τόπων λαμβανόμενα καὶ οὐ μόνον τῶν θυννείων, ἀλλὰ καὶ τῶν ἄλλων τῶν ἁλισκομένων ἐν Βυζαντίῳ. τούτοις προσέθηκεν ὁ Ἐφέσιος Δάφνος: Ἀρχέστρατος μὲν ὁ περιπλεύσας τὴν οἰκουμένην γαστρὸς ἕνεκα καὶ τῶν ὑπὸ τὴν γαστέρα φησί: καὶ Σικελοῦ θύννου τέμαχος, φίλε Μόσχε, φαγεῖν χρή, τμηθὲν ὅτ ἐν βίκοισι ταριχεύεσθαι ἔμελλεν. σαπέρδῃ δ ἐνέπω κλαίειν μακρά, Ποντικῷ ὄψῳ, καὶ τοῖς κεῖνον ἐπαινοῦσιν.

παῦροι γὰρ ἴσασιν ἀνθρώπων ὅτι φαῦλον ἔφυ καὶ ἀκιδνὸν ἔδεσμα. ἀλλὰ τριταῖον ἔχειν σκόμβρον, πρὶν ἐς ἁλμυρὸν ὕδωρ ἐλθεῖν, ἀμφορέως ἐντὸς νέον, ἡμιτάριχον. ἂν δ ἀφίκῃ κλεινοῦ Βυζαντίου εἰς πόλιν ἁγνήν, ὡραίου φάγε μοι τέμαχος πάλιν ἐστὶ γὰρ ἐσθλὸν καὶ μαλακόν. παρέλιπεν δ ὁ τένθης Ἀρχέστρατος συγκαταλέξαι ἡμῖν καὶ τὸ παρὰ Κράτητι τῷ κωμῳδιοποιῷ ἐν Σαμίοις λεγόμενον ἐλεφάντινον τάριχος, περὶ οὗ φησιν σκυτίνῃ ποτ ἐν χύτρᾳ τάριχος ἐλεφάντινον ἧψε ποντιὰς χελώνη πευκίνοισι καύμασι,2 καρκίνοι ποδάνεμοί τε καὶ τανύπτεροι λύκοι ὑσοριμαχεῖν ἄνδρες οὐρανοῦ καττύματα. παῖ ἐκεῖνον, ἄγχ ἐκεῖνον.

ἐν Κέῳ τίς ἡμέρα· ὅτι δὲ διαβόητον ἦν τὸ τοῦ Κράτητος ἐλεφάντινον τάριχος μαρτυρεῖ Ἀριστοφάνης ἐν Θεσμοφοριαζούσαις διὰ τούτων ἦν μέγα τι χρῆμ ἔτι τρυγῳδοποιομουσική, ἡνίκα Κράτητί τε τάριχος ἐλεφάντινον λαμπρὸν ἐνόμιζεν ἀπόνως παρακεκλημένον ἄλλα τε τοιαῦθ ἕτερα μυρί ἐκιχλίζετο.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION