- 텍스트

Athenaeus, The Deipnosophists, Book 3, book 3, chapter 82

(아테나이오스, The Deipnosophists, Book 3, book 3, chapter 82)

καὶ μάζας δ ἔστιν εὑρεῖν ἀναγεγραμμένας παρά τε τῷ Τρύφωνι καὶ παρ ἄλλοις πλείοσιν.? παρ Ἀθηναίοις μὲν φύστην τὴν μὴ ἄγαν τετριμμένην, ἔτι δὲ καρδαμάλην καὶ βήρηκα καὶ τολύπας καὶ Ἀχίλλειον καὶ ἴσως αὕτη ἐστὶν ἡ ἐξ Ἀχιλλείων κριθῶν γινομένη : θριδακίνας τε καὶ οἰνοῦτταν καὶ μελιτοῦτταν καὶ κρίνον ,1 καλούμενον καὶ σχῆμά τι χορικῆς ὀρχήσεως παρ Ἀπολλοφάνει ἐν Δαλίδι. αἱ δὲ παρ Ἀλκμᾶνι θριδακίσκαι λεγόμεναι αἱ αὐταί εἰσι ταῖς Ἀττικαῖς θριδακίναις. λέγει δὲ οὕτως ὁ Ἀλκμάν: θριδακίσκας τε καὶ κριβάνας νῶντος. Σωσίβιος δ ἐν γ περὶ Ἀλκμᾶνος κρίβανά φησι λέγεσθαι πλακοῦντάς τινας τῷ σχήματι μαστοειδεῖς.

ὑγίεια δὲ καλεῖται ἡ διδομένη ἐν ταῖς θυσίαις μᾶζα ἵνα ἀπογεύσωνται. καὶ ῾ Ἡσίοδος δὲ μᾶζὰν τιν ἀμολγαίαν καλεῖ: μᾶζὰ τ ἀμολγαίη γάλα τ αἰγῶν σβεννυμενάων, τὴν ποιμενικην λέγων καὶ ἀκμαίαν ἀμολγὸς γὰρ τὸ ἀκμαιότατον. παραιτητέον δὲ καταλέγειν οὐδὲ γὰρ οὕτως εὐτυχῶς μνήμης ἔχω - ἃ ἐξέθετο πόπανα καὶ πέμματα Ἀριστομένης ὁ Ἀθηναῖος ἐν γ τῶν πρὸς τὰς ἱερουργίας, ἔγνωμεν δὲ καὶ ἡμεῖς τὸν ἄνδρα τοῦτον νεώτεροι πρεσβύτερον. ὑποκριτὴς δὲ ἦν ἀρχαίας κωμῳδίας ἀπελεύθερος τοῦ μουσικωτάτου βασιλέως Ἀδριανοῦ, καλούμενος ὑπ αὐτοῦ Ἀττικοπέρδιξ.

καὶ ὁ Οὐλπιανὸς ἔφη: ὁ δ ἀπελεύθερος παρὰ τίνι κεῖται· εἰπόντος δέ τινος καὶ δρᾶμα ἐπιγράφεσθαι Φρυνίχου Ἀπελευθέρους, Μένανδρον δ ἐν Ῥαπιζομένῃ καὶ ἀπελευθέραν εἰρηκέναι καὶ ἐπισυνάπτοντος. . ,1 πάλιν ἔφη: "τίνι δὲ διαφέρει ἐξελευθέρου· ταῦτα μὲν οὖν ἔδοξε κατὰ τὸ παρὸν ἀναβαλέσθαι.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION