- 텍스트

Athenaeus, The Deipnosophists, Book 3, book 3, chapter 81 2:

(아테나이오스, The Deipnosophists, Book 3, book 3, chapter 81 2:)

τοὺς δὲ ῥυπαροὺς ἄρτους φαιοὺς ὠνόμασεν Ἄλεξις ἐν Κυπρίῳ οὕτως :? ἔπειτα πῶς ἦλθες· β. μόλις ὀπτωμένους κατέλαβον. α. ἐξόλοι ἀτὰρ πόσους φέρεις· β. ἑκκαίδεκ. α. οἶσε δεῦρο. β. λευκοὺς μὲν ὀκτώ, τῶν δὲ φαιῶν τοὺς ἴσους. βλημα δέ φησι καλεῖσθαι τὸν ἐντεθρυμμένον ἄρτον καὶ θερμὸν Σέλευκος. Φιλήμων δ ἐν α παντοδαπῶν χρηστηρίων πύρνον φησι καλεῖσθαι τὸν ἐκ πυρῶν ἀσήστων γινόμενον ἄρτον καὶ πάντα ἐν ἑαυτῷ ἔχοντα, βραττίμην τε ἄρτους ὀνομάζεσθαι λέγει τοὺς ἔχοντας ἐντομάς, οὓς Ῥωμαῖοι κοδράτους λέγουσι, βραττίμην τε καλεῖσθαι τὸν πιτυρίτην ἄρτον, ὃν εὔκονον ὀνομάζουσιν Ἀμερίας καὶ Τιμαχίδας.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION