- 텍스트

Athenaeus, The Deipnosophists, Book 3, book 3, chapter 80

(아테나이오스, The Deipnosophists, Book 3, book 3, chapter 80)

ταῦτ ἐκθεμένου τἀριστάρχεια δόγματα τοῦ ῾ Ῥωμαίων μεγαλοσοφιστοῦ ὁ Κύνουλκος ἔφη:? "Δάματερ σοφίας οὐκ ἐτὸς ἄρα ψαμμακοσίους ἔχει μαθητὰς ὁ θαυμάσιος Βλεψίας καὶ πλοῦτον ἀπηνέγκατο τοσοῦτον ἐκ τῆς καλῆς ταύτης σοφίας ὑπὲρ Γοργίαν καὶ Πρωταγόραν. "ὅθεν ὀκνῶ μὰ τὰς θεὰς εἰπεῖν πότερον αὐτὸς οὐ βλέπει ἢ οἱ ἑαυτοὺς μαθητὰς αὐτῷ παραδιδόντες πάντες ἕνα ἔχουσιν ὀφθαλμόν, ὡς μόλις διὰ τὸ πλῆθος ὁρᾶν. μακαρίους οὖν αὐτούς, μᾶλλον δὲ μακαρίτας εἶναί φημι τοιαύτας δείξεις τῶν διδασκάλων ποιουμένων. πρὸς ὃν ὁ Μάγνος φιλοτράπεζος ὢν καὶ τὸν γραμματικὸν τοῦτον ὑπερεπαινῶν διὰ τὴν ἐκτένειαν ἔφη: οὗτοι ἀνιπτόποδες, χαμαιευνάδες, ἀερίοικοι, κατὰ τὸν κωμικὸν Εὔβουλον, ἀνόσιοι λάρυγγες, ἀλλοτρίων κτεάνων παραδειπνίδες, οὐ χὠ> προπάτωρ ὑμῶν Διογένης πλακοῦντά ποτε ἐσθίων ἐν δείπνῳ λάβρως πρὸς τὸν πυνθανόμενον ἔλεγεν ἄρτον ἐσθίειν καλῶς πεποιημένον·

ὑμεῖς δ ὦ λοπαδάγχαι κατὰ τὸν αὐτὸν ποιητὴν Εὔβουλον, λευκῶν ὑπογαστριδίων, ἑτέροις οὐ παραχωροῦντες φθέγγεσθε καὶ τὰς ἡσυχίας οὐκ ἄγετε ἑώς ἄν τις ὑμῖν ὡς κυνιδίοις ἄρτων ἢ ὀστέων προσρίψῃ. πόθεν ὑμῖν εἰδέναι ὅτι καὶ κύβοι, οὐχ οὓς ἀεὶ μεταχειρίζεσθε, ἄρτοι εἰσὶ τετράγωνοι, ἡδυσμένοι ἀννήθῳ καὶ τυρῷ καὶ ἐλαίῳ, ὥς φησιν ῾ Ἡρακλείδης ἐν Ὀψαρτυτικῷ· παρεῖδε δὲ τοῦτον ὁ Βλεψίας, ὥσπερ καὶ τὸν θαργηλὸν, ὅν τινες καλοῦσι θαλύσιον Κράτης δ ἐν β Ἀττικῆς διαλέκτου θάργηλον καλεῖσθαι τὸν ἐκ τῆς συγκομιδῆς πρῶτον γινόμενον ἄρτον καὶ τὸν σησαμίτην.

ἀρρηφόροις γίνεται, ἐστὶ δὲ καὶ ὁ πυραμοῦς ἄρτος διὰ σησάμων πεττόμενος καὶ τάχα ὁ αὐτὸς τῷ σησαμίτῃ ὤν.

μνημονεύει δὲ πάντων τούτων Τρύφων ἐν α φυτικῶν, καθάπερ καὶ τῶν θιαγόνων ὀνομαζομένων οὗτοι δ εἰσὶν ἄρτοι θεοῖς πεττόμενοι ἐν Αἰτωλίᾳ, δραμίκες δὲ καὶ δραμεῖς παρ Ἀθαμᾶσιν ἄρτοι τινὲς οὕτως καλοῦνται.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION