호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τῶν δ Ἀττικῶν ἄρτων ὡς διαφόρων μνημονεύει καὶ Ἀντιφάνης ἐν Ὀμφάλῃ οὕτως:? πῶς γὰρ ἄν τις εὐγενὴς γεγὼς δύναιτ ἂν ἐξελθεῖν ποτ ἐκ τῆσδε στέγης, ὁρῶν μὲν ἄρτους τούσδε λευκοσωμάτους ἰπνὸν κατέχοντας ἐν πυκναῖς διεξόδοις, ὁρῶν δὲ μορφὴν κριβάνοις ἠλλαγμένους, μίμημα χειρὸς Ἀττικῆς, οὓς δημόταις Θεαρίων ἔδειξεν· οὗτός ἐστι Θεαρίων ὁ ἀρτοποιὸς οὗ μνημονεύει Πλάτων ἐν Γοργίᾳ συγκαταλέγων αὐτῷ καὶ Μίθαικον οὕτως γράφων: οἵτινες ἀγαθοὶ γεγόνασιν ἢ εἰσὶ σωμάτων θεραπευταὶ ἔλεγές μοι πάνυ σπουδάζων, Θεαρίων ὁ ἀρτοκόπος καὶ Μίθαικος ὁ τὴν ὀψοποιίαν συγγεγραφὼς τὴν Σικελικὴν καὶ Σάραμβος ὁ κάπηλος, ὅτι οὗτοι θαυμάσιοι γεγόνασι σωμάτων θεραπευταί, ὁ μὲν ἄρτους θαυμαστοὺς παρασκευάζων, ὁ δὲ ὄψον, ὁ δὲ οἶνον. καὶ Ἀριστοφάνης ἐν Γηρυτάδῃ καὶ Αἰολοσίκωνι διὰ τούτων ἥκω Θεαρίωνος ἀρτοπώλιον λιπών, ἵν ἐστὶ κριβάνων ἑδώλια.
Κυπρίων δὲ ἄρτων μνημονεύει Εὔβουλος ὡς διαφόρων ἐν Ὀρθάννῃ διὰ τούτων δεινὸν μὲν ἰδόντα παριππεῦσαι Κυπρίους ἄρτους: Μαγνῆτις γὰρ λίθος ὣς ἕλκει τοὺς πεινῶντας.
τῶν δὲ κολλικίων ἄρτων - οἱ αὐτοὶ δ εἰσὶ τοῖς κολλάβοις - ἔφιππος ἐν Ἀρτέμιδι μνημονεύει οὕτως παρἈλεξάνδρου δ ἐκ Θετταλίας κολλικοφάγε κρίβανος ἄρτων. Ἀριστοφάνης δ ἐν Ἀχαρνεῦσιν ὦ χαῖρε κολλικοφάγε Βοιωτίδιον.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기