호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐγκρυφίαν.? τούτου μνημονεύει Νικόστρατος ἐν Ιἑροφάντῃ καὶ ὁ ὀψοδαίδαλος Ἀρχέστρατος, οὗ κατὰ καιρὸν τὸ μαρτύριον παραθήσομαι. δίπυρον. Εὔβουλος ἐν Γανυμήδει. διπύρους τε θερμούς. β. οἱ δίπυροι δ εἰσὶν τίνες· β. ἄρτοι τρυφῶντες, Ἀλκαῖος Γανυμήδει. λάγανον. τοῦτο ἐλαφρὸν τ ἐστὶ καὶ ἄτροφον, καὶ μᾶλλον αὐτοῦ ἔτι ἡ ἐπανθρακὶς καλουμένη. μνημονεύει δὲ τοῦ μὲν Ἀριστοφάνης ἐν Ἐκκλησιαζούσαις φάσκων λάγανα πέττεται, τῆς δ ἀπανθρακίδος Διοκλῆς ὁ Καρύστιος ἐν α Ὑγιεινῶν οὑτωσὶ λέγων ἡ δ ἀπανθρακίς ἐστι τῶν λαγάνων ἁπαλωτέρα. ἐοίκε δὲ καὶ οὗτος ἐπ ἀνθράκων γίνεσθαι, ὥσπερ καὶ ὁ παρ Ἀττικοῖς ἐγκρυφίας: ὃν καὶ Ἀλεξανδρεῖς τῷ Κρόνῳ ἀφιεροῦντες προτιθέασιν ἐσθίειν τῷ βουλομένῳ ἐν τῷ τοῦ Κρόνου ἱερῷ.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기