- 텍스트

Athenaeus, The Deipnosophists, Book 3, book 3, chapter 72

(아테나이오스, The Deipnosophists, Book 3, book 3, chapter 72)

ἐπὶ τούτοις οὐχ ἡσθεὶς ὁ Οὐλπιανός, ἀνιαθεὶς δέ, ἀποβλέψας ὡς ἡμᾶς καὶ τὰ ἐξ Ὀρθάννου Εὐβούλου ἰαμβεῖα εἰπών:? ὡς εὖ νεναυάγηκεν ἐπὶ τοῦ τηγάνου ὁ θεοῖσιν ἐχθρὸς Μυρτίλος: ὅτι γὰρ οὐδὲν τούτων πριάμενός ποτε ἔφαγεν εὖ οἶδα, τῶν τινος οἰκετῶν αὐτοῦ εἰπόντος μοί ποτε τὰ ἐκ Πορνοβοσκοῦ Εὐβούλου ἰαμβεῖα τάδε : τρέφει με Θετταλός τις ἄνθρωπος βαρύς, πλουτῶν, φιλάργυρος δὲ κἀλιτήριος, ὀψοφάγος, ὀψωνῶν δὲ μέχρι τριωβόλου. ἐπεὶ δὲ πεπαιδευμένος ἦν ὁ νεανίσκος καὶ οὐχὶ παρὰ τῷ Μυρτίλῳ γε, ἀλλὰ παρὰ ἄλλῳ τινί, ὡς ἐπυνθανόμην αὐτοῦ πῶς εἰς τὸν Μυρτίλον ἐνέπεσεν, ἔφη μοι τὰ ἐκ Νεοττίδος Ἀντιφάνους τάδε:

παῖς ὢν μετ ἀδελφῆς εἰς Ἀθήνας ἐνθάδε ἀφικόμην ἀχθεὶς ὑπό τινος ἐμπόρου, Σύρος τὸ γένος ὤν. τοιοῦτος οἱο῀ς μηδὲν εἰς τὴν οἰκίαν, μηδ ὧν ὁ Πυθαγόρας ἐκεῖνος ἤσθιεν ὁ τρισμακαρίτης, εἰσφέρειν ἔξω θύμου.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION