- 텍스트

Athenaeus, The Deipnosophists, Book 3, book 3, chapter 71

(아테나이오스, The Deipnosophists, Book 3, book 3, chapter 71)

Ταγηνιστῶν δ ἰχθύων μνημονεύει Ἄλεξις ἐν Δημητρίῳ καθάπερ κἀν τῷ προκειμένῳ δράματι.? Εὔβουλος Ὀρθάννῃ: πᾶσα δ εὔμορφος γυνὴ ἐρῶσα φοιτᾷ τηγάνων τε σύντροφα τριβαλλοποπανόθρεπτα μειρακύλλια, ὁμοῦ δὲ τευθὶς καὶ Φαληρικὴ κόρη σπλάγχνοισιν ἀρνείοισι συμμεμιγμένη πηδᾷ, χορεύει, πῶλος ὣς ἀπὸ ζυγοῦ. ῥιπὶς δ ἐγείρει φύλακας ῾ Ἡφαίστου κύνας θερμῇ παροξύνουσα τηγάνου πνοῇ: ὀσμὴ δὲ πρὸς μυκτῆρας ἠρεθισμένη ᾄσσει: μεμαγμένη δὲ Δήμητρος κόρη κοίλη φάραγγος δακτύλου πιέσματι σύρει τριήρους ἐμβολὰς μιμουμένη, δείπνου πρόδρομον ἄριστον.

ἤσθιον δὲ καὶ ταγηνιστὰς σηπίας. Νικόστρατος ἢ Φιλέταιρος ἐν Ἀντύλλῳ φησὶν οὔποτ ἂν αὖθις αὖ σηπίαν ἀπὸ τηγάνου τολμήσαιμι φαγεῖν μόνος. ῾ Ἡγήμων δ ἐν Φιλίννῃ καὶ γόνον ἐκ ταγήνου ἐσθίοντας ποιεῖ ἐν τούτοις: μἀλλὰ ταχέως ἰὼν πρίω μοι πουλύπουν καὶ δὸς καταφαγεῖν κἀπὸ τηγάνου γόνον.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION