호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἑξῆς εἰσεκομίσθη ταγηνιστὰ ἥπατα περιειλημένα τῷ καλουμένῳ ἐπίπλῳ, ὃν Φιλέταιρος ἐν Τηρεῖ ἐπίπλοον εἴρηκεν.? "ὦ σοφὲ Οὐλπιανέ, εἲ που κεῖται οὕτως τὸ ἧπαρ ἐντετυλιγμένον. καὶ ὅς: "ἐὰν πρότερον δείξῃς σὺ παρὰ τίνι ὁ ἐπίπλους εἴρηται ἐπὶ τοῦ λίπους καὶ τοῦ ὑμένος. ἀντικορυσσομένων οὖν τούτων ὁ Μυρτίλος ἔφη: ὁ μὲν ἐπίπλους παρ Ἐπιχάρμῳ ἐν Βάκχαις: καὶ τὸν ἀρχὸν ἐπικαλύψας ἐπιπλόῳ.
καὶ ἐν Θεαροῖς: ὀσφύος τε πέρι κἠπιπλόου. καὶ ὁ Χῖος δὲ Ιὤν ἐν ταῖς Ἐπιδημίαις ἔφη: τῷ ἐπίπλῳ ἐπικαλύψας. ἀπέχεις, φίλη κεφαλὴ Οὐλπιανέ, τὸν ἐπίπλουν, ἵν ἤδη ποτὲ αὐτῷ ἐντυλιχθεὶς κατακαυθῇς καὶ πάντας ἡμᾶς ζητήσεων ἀπαλλάξῃς. τὸ δὲ μαρτύριον τοῦ οὕτως διεσκευασμένου ἥπατος δίκαιος εἶ σὺ ἀπομνημονεῦσαι, προειρημένου σοι πάλαι ὅτε περὶ τῶν ὠτίων καὶ ποδῶν ἐζητοῦμεν, ὅτι Ἄλεξις ἐν Κρατείᾳ ἢ Φαρμακοπώλῃ εἴρηκε. πᾶσα δ ἡ ἐκλογὴ χρησίμη οὖσα εἰς πολλά, ἐπεὶ τὰ νῦν διὰ μνήμης οὐ κρατεῖς, αὐτὸς ἐγὼ διεξελεύσομαι.
φησὶ δ οὕτως ὁ κωμικός: πρῶτον μὲν οὖν ὄστρεια παρὰ Νηρεῖ τινι ἰδὼν γέροντι φυκί ἠμφιεσμένα ἔλαβον ἐχίνους τ ἐστὶ γὰρ προοίμιον δείπνου χαριέντως ταῦτα πεπρυτανευμένου. τούτων δὲ ἀπολυθείς, κειμένων ἰχθυδίων μικρῶν, τρεμόντων τῷ δέει τί πείσεται, θαρρεῖν κελεύσας ἕνεκ ἐμοῦ ταῦτ οὐδὲ ἓν φήσας ἀδικήσειν ἐπριάμην γλαῦκον μέγαν. ἔπειτα νάρκην ἔλαβον, ἐνθυμούμενος ὅτι δεῖ γυναικὸς ἐπιφερούσης δακτύλους ἁπαλοὺς ὑπ ἀκάνθης μηδὲ ἓν τούτων παθεῖν.
ἐπὶ τὸ τάγηνον φυκίδας, ψήττας τινάς, καρῖδα, φύκην, κωβιόν, πέρκην, σπάρον, ἐποίησὰ τ αὐτὸ ποικιλώτερον ταῶ. κρεᾴδι ἄττα,3 ποδάρια, ῥύγχη τινά, ὠτάρι ὑεί, ἡπάτιον ἐγκεκαλυμμένον αἰσχύνεται γὰρ πελιδνὸν ὀ`ν τῷ χρώματι. τούτοις μάγειρος οὐ πρόσεισ1 οὐδ ὄψεται:
οἰμώξεται γὰρ νὴ Δί. ἀλλ ἐγὼ σοφῶς ταῦτ οἰκονομήσω καὶ γλαφυρῶς καὶ ποικίλως οὕτω ποῶ γὰρ τοὔψον αὐτός ὥστε τοὺς δειπνοῦντας εἰς τὰ λοπάδι ἐμβάλλειν ποῶ ἐνίοτε τοὺς ὀδόντας ὑπὸ τῆς ἡδονῆς. προῖκα προδιδάσκειν, ἂν θέλῃ τις μανθάνειν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기