- 텍스트

Athenaeus, The Deipnosophists, Book 3, book 3, chapter 66

(아테나이오스, The Deipnosophists, Book 3, book 3, chapter 66)

περὶ δὲ τῶν καρίδων, ὅτι καὶ πόλις ἦν Καρίδες περὶ Χίον τὴν νῆσον Ἔφορος ἐν τῇ γ ἱστορεῖ, κτίσαι φάσκων αὐτὴν τοὺς διασωθέντας ἐκ τοῦ ἐπὶ Δευκαλίωνος γενομένου κατακλυσμοῦ μετὰ Μάκαρος, καὶ μέχρι νῦν τὸν τόπον καλεῖσθαι Καρίδας.? ὁ δὲ ὀψοδαίδαλος Ἀρχέστρατος παραινεῖ τάδε: ἢν δὲ ποτ εἰς Ιἄσον Καρῶν πόλιν εἰσαφίκηαι, καρῖδ εὐμεγέθη λήψῃ: σπανία δὲ πρίασθαι: ἐν δὲ Μακηδονίᾳ τε καὶ Ἀμβρακίᾳ μάλα πολλαὶ ἐκτεταμένως δ εἴρηκε καρῖδα Ἀραρὼς μὲν ἐν Καμπυλίωνι: αἵ τε καμπύλαι καρῖδες ἐξήλλοντο δελφίνων δίκην εἰς σχοινόπλεκτον ἄγγος. καὶ Εὔβουλος ἐν Ὀρθάννῃ:

καρῖδα καθῆκα κάτω κἀνέσπασ1 αὖθις. Ἀναξανδρίδης Λυκούργῳ: καὶ συμπαίζει καριδαρίοις μετὰ περκιδίων καὶ θρᾳττιδίων καὶ ψητταρίοις μετὰ κωθαρίων καὶ σκινδαρίοις μετὰ κωβιδίων. ὁ δ αὐτὸς κἀν Πανδάρῳ φησὶν οὐκ ἐπικεκυφὼς ὀρθός, ὦ βέλτιστ, ἔσῃ: αὕτη δὲ καριδοῖ τὸ σῶμα καμπύλη, ἄγκυρά τ ἐστὶν ἄντικρυς τοῦ σώματος, ἐν δὲ Κερκίῳ:

ἐρυθρότερον καρῖδος ὀπτῆς σ1 ἀποφανῶ: Εὔβουλος Τιτθαῖς: καρῖδάς τε τῶν κυφῶν. καὶ Ὠφελίων Καλλαίσχρῳ: κυρταὶ δ ὁμοῦ καρῖδες ἐν ξηρῷ πέδω. καὶ ἐν Ιἀλέμῳ: ὠρχοῦντο δ ὡς καρῖδες ἀνθράκων ἔπι πηδῶσι κυρταί. συνεσταλμένως δ εἴρηκεν Εὔπολις ἐν Αἰξὶν οὕτως: πλὴν ἅπαξ ποτ ἐν Φαίακος ἔφαγον καρίδας.

καὶ ἐν Δήμοις: ἔχων τὸ πρόσωπον καρίδος μασθλητίνης.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION