- 텍스트

Athenaeus, The Deipnosophists, Book 3, book 3, chapter 65

(아테나이오스, The Deipnosophists, Book 3, book 3, chapter 65)

ἴδιον δ ἐστὶ γένος καράβων τε καὶ ἀστακῶν ἄλλο, ἔτι δὲ καρίδων.? τὸν δ ἀστακὸν οἱ Ἀττικοὶ διὰ τοῦ ὀστακὸν λέγουσι, καθάπερ καὶ ὀσταφίδας. Ἐπίχαρμος δὲ ἐν Γᾷ καὶ Θαλάσσᾳ φησίν: κἀστακοὶ γαμψώνυχοι. Σπεύσιππος δὲ ἐν β, Ὁμοίων παραπλήσιά φησιν εἶναι τῶν μαλακοστράκων κάραβον, ἀστακόν, νύμφην, ἄρκτον, καρκίνον, πάγουρον. Διοκλῆς δ ὁ Καρύστιός φησι: "καρῖδες, καρκίνοι, κάραβοι, ἀστακοὶ εὔστομα καὶ διουρητικά" κολύβδαιναν δ εἴρηκεν Ἐπίχαρμος ἐν τοῖς προεκκειμένοις, ὡς μὲν Νίκανδρός φησι, τὸ θαλάσσιον αἰδοῖον, ὡς δ ὁ Ἡρακλείδης ἐν Ὀψαρτυτικῷ, τὴν καρῖδα.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION