- 텍스트

Athenaeus, The Deipnosophists, Book 3, book 3, chapter 63

(아테나이오스, The Deipnosophists, Book 3, book 3, chapter 63)

.? εἰς ταῦτ οὖν τις ἀποβλέπων, ἄνδρες φίλοι, εἰκότως ἂν ἐπαινέσειεν τὸν καλὸν Χρύσιππον κατέχοντα ἀκριβῶς τὴν Ἐπικούρου φύσιν καὶ εἰπόντα μητρόπολιν εἶναι τῆς φιλοσοφίας αὐτοῦ τὴν Ἀρχεστράτου Γαστρολογίαν, ἣν πάντες οἱ τῶν φιλοσόφων γαστρίμαργοι Θέογνίν τινα αὑτῶν εἶναι λέγουσι τὴν καλὴν ταύτην ἐποποιίαν. πρὸς οὓς καὶ Θεόγνητος ἐν Φάσματι ἢ Φιλαργύρῳ φησίν: ἐκ τούτων ἄνθρωπ, ἀπολεῖς με. τῶν γὰρ ἐκ τῆς ποικίλης στοᾶς λογαρίων ἀναπεπλησμένος νοσεῖς: :

ἀλλότριὸν ἐσθ ὁ πλοῦτος ἀνθρώπῳ, πάχνη: σοφία δ ἴδιον, κρύσταλλος, οὐδεὶς πώποτε ταύτην λαβὼν ἀπώλεσ1 ὦ τάλας ἐγώ, οἱῴ μ ὁ δαίμων φιλοσόφῳ συνῴκισεν ἐπαρίστερ ἔμαθες, ὦ πόνηρε, γράμματα: ἀνέστροφέν σου τὸν βίον τὰ βιβλία: πεφιλοσόφηκας γῇ τε κοὐρανῷ λαλῶν, οἷς οὐδέν ἐστιν ἐπιμελὲς τῶν σῶν λόγων.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION