- 텍스트

Athenaeus, The Deipnosophists, Book 3, book 3, chapter 62

(아테나이오스, The Deipnosophists, Book 3, book 3, chapter 62)

καὶ παρ Ἀντιφάνει δ ἐν Στρατιώτῃ ἢ Τύχωνι παραινέσεις εἰσφέρων ἄνθρωπος τοιοῦτός ἐστιν, ὅς φησιν ὅστις ἄνθρωπος δὲ φὺς ἀσφαλές τι κτῆμ ὑπάρχειν τῷ βίῳ λογίζεται, πλεῖστον ἡμάρτηκεν.? ἢ στρατηγήσας προσῶφλεν ἢ χορηγὸς αἱρεθεὶς ἱμάτια χρυσᾶ παρασχὼν τῷ χορῷ ῥάκος φορεῖ ἢ τριηραρχῶν ἀπήγξατ ἢ πλέων ἥλωκέ ποι ἢ βαδίζων ἢ καθεύδων κατακέκοφθ ὑπ οἰκετῶν. οὐ βέβαιον οὐδέν ἐστι, πλὴν ὅσ1 ἂν καθ ἡμέραν εἰς ἑαυτὸν ἡδέως τις εἰσαναλίσκων τύχῃ, οὐδὲ ταῦτα σφόδρα τι: καὶ γὰρ τὴν τράπεζαν ἁρπάσαι κειμένην ἄν τις προσελθών ἀλλ ὅταν τὴν ἔνθεσιν ἐντὸς ἤδη τῶν ὀδόντων τυγχάνῃς κατεσπακώς, τοῦτ ἐν ἀσφαλεῖ νόμιζε τῶν ὑπαρχόντων μόνον.

τὰ αὐτὰ εἴρηκε καὶ ἐν Ὑδρίᾳ.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION