호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ Βάτων δ ἐν Συνεξαπατῶντι δυσχεραίνοντα ποιήσας μειρακίου πατέρα ὡς διαφθαρέντος κατὰ τὴν δίαιταν ὑπὸ τοῦ παιδαγωγοῦ φησὶν ἀπολώλεκας τὸ μειράκιόν μου παραλαβών, ἀκάθαρτε, καὶ πέπεικας ἐλθεῖν εἰς βίον ἀλλότριον αὑτοῦ:? καὶ πότους ἑωθινοὺς πίνει διὰ σὲ νῦν, πρότερον οὐκ εἰθισμένος. β. εἶτ εἰ μεμάθηκε, δέσποτα, ζῆν, ἐγκαλεῖς· α. ζῆν δ ἐστὶ τὸ τοιοῦθ· β. ὡς λέγουσιν οἱ σοφοί. ὁ γοῦν Ἐπίκουρός φησιν εἶναι τἀγαθὸν τὴν ἡδονὴν δήπουθεν οὐκ ἔστιν δ ἔχειν ταύτην ἑτέρωθεν, ἐκ δὲ τοῦ ζῆν δὴ καλῶς εὖ ζῶσ1 ἅπαντες, ἢ τυχὸν δώσεις ἐμοί· α.
ἑόρακας οὖν φιλόσοφον, εἰπέ μοι, τινὰ μεθύοντ ἐπὶ τούτοις θ οἷς λέγεις κηλούμενον· β. ἅπαντας: καὶ τὴν κεφαλὴν ζητοῦσιν ὥσπερ πράγματος, ὥστ ἐκπεπλῆχθαι πάντας.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기