- 텍스트

Athenaeus, The Deipnosophists, Book 3, book 3, chapter 60

(아테나이오스, The Deipnosophists, Book 3, book 3, chapter 60)

θαυμάζειν δ ἐστὶν ἄξιον τοῦ τὰς καλὰς ὑποθήκας παραδιδόντος ἡμῖν Ἀρχεστράτου, ὃς Ἐπικούρῳ τῷ σοφῷ τῆς ἡδονῆς καθηγεμὼν γενόμενος κατὰ τὸν Ἀσκραῖον ποιητὴν γνωμικῶς καὶ ἡμῖν συμβουλεύει τισὶ μὲν μὴ πείθεσθαι, αὑτῷ δὲ προσέχειν τὸν νοῦν, καὶ ἐσθίειν παρακελεύεται τὰ καὶ τά, οὐδὲν ἀποδέων τοῦ παρὰ Δαμοξένῳ τῷ κωμῳδιοποιῷ μαγείρου, ὅς ἐν Συντρόφοις φησιν Ἐπικούρου δέ με ὁρᾷς μαθητὴν ὄντα τοῦ σοφοῦ, παρ ᾧ ἐν δύ ἔτεσιν καὶ μησὶν οὐχ ὅλοις δέκα τάλαντ ἐγώ σοι κατεπύκνωσα τέτταρα.? β. τοῦτο δὲ τί ἐστιν, εἰπέ μοι. α. καθήγισα. μάγειρος ἦν κἀκεῖνος, οὐκ ᾔδει, θεοί, ποῖος μάγειρος, ἡ φύσις πάσης τέχνης ἀρχέγονὸν ἐστ, ἀρχέγονον, ὦλιτήριε. οὐκ ἔστιν οὐδὲ ἓν νοεῖν σοφώτερον, πᾶν τ εὐχερὲς τὸ πρᾶγμα, τοῦ λόγου τριβὴν ἔχοντι τούτου: πολλὰ γὰρ συμβάλλεται.

διόπερ μάγειρον ὅταν ἴδῃς ἀγράμματον μὴ Δημόκριτόν τε πάντα διανεγνωκότα, μᾶλλον δὲ κατέχοντα καταγέλα ὡς κενοῦ, καὶ τὸν Ἐπικούρου κανόνα, μινθώσας ἄφες ὡς ἐκ διατριβῆς, τοῦτο δεῖ γάρ εἰδέναι, τίν ἔχει διαφορὰν πρῶτον, ὦ βέλτιστε σύ, γλαυκίσκος ἐν χειμῶνι καὶ θέρει πάλιν ποῖος περὶ δύσιν Πλειάδος συνειδέναι ἰχθὺς ὑπὸ τροπὰς τ ἐστὶ χρησιμώτατος. αἱ μεταβολαὶ γὰρ αἵ τε κινήσεις, κακὸν ἠλίβατον ἀνθρώποισιν, ἀλλοιώματα ἐν ταῖς τροφαῖς ποιοῦσι, μανθάνεις·

τὸ δὲ ληφθὲν καθ ὡρ´αν ἀποδίδωσι τὴν χάριν, τίς παρακολουθεῖ ταῦτα· τοιγαροῦν στρόφοι καὶ πνευμάτια γινόμενα τὸν κεκλημένον ἀσχημονεῖν ποιοῦσι. παρὰ δ ἐμοὶ τρέφει τὸ προσφερόμενον βρῶμα καὶ λεπτύνεται ὀρθῶς τε διαπνεῖ .

τοιγαροῦν εἰς τοὺς πόρους ὁ χυμὸς ὁμαλῶς πανταχοῦ συνίσταται, χυμός, λέγει Δημόκριτος, οὐδὲν πρᾶγμα τὰ γινόμενα ποιεῖ τὸν φαγόντ ἀρθριτικόν. β. καὶ τῆς ἰατρικῆς τι μετέχειν μοι δοκεῖς. α. καὶ πᾶς ὁ φύσεως ἐντός, ἡ δ ἀπειρία τῶν νῦν μαγείρων κατανόει πρὸς τῶν θεῶν οἱά στίν. ἅλμην ὅταν ἴδῃς ἐξ ἰχθύων ὑπεναντίων αὑτοῖσι ποιοῦντας μίαν καὶ σήσαμ ὑποτρίβοντας εἰς ταύτην, λαβὼν ἕκαστον αὐτῶν κατά μέρος προσπαρδέτω. β.

ὥς μοι κεχάρισαι. Α. τί γὰρ ἂν εὖ γένοιτ ἔτι τῆς ἰδιότητος πρὸς ἑτέραν μεμιγμένης καὶ συμπλεκομένης οὐχὶ συμφώνους ἁφάς· τὸ ταῦτα διορᾶν ἐστιν ἐμψύχου τέχνης, οὐ τὸ διανίζειν λοπάδας οὐδ ὄζειν καπνοῦ.

ἐγὼ γὰρ εἰς τοὐπτάνιον οὐκ εἰσέρχομαι. β. ἀλλὰ τί· α. θεωρῶ πλησίον καθήμενος, πονοῦσιν ἕτεροι δ, οἷς λέγω τὰς αἰτίας καὶ τἀποβαῖνον : ὀξὺ τὸ περίκομμ, ἄνες. Β. ἁρμονικός, οὐ μάγειρος: α. α ἐπίτεινον τὸ πῦρ. ὁμαλιζέτω τις τὸ τάχος: ἡ πρώτη λοπὰς ζεῖ ταῖς ἐφεξῆς οὐχὶ συμφώνως νοεῖς τὸν τύπον· β.

Ἄπολλον. α. καί τι φαίνεται τέχνη· εἶτ οὐδὲν εἰκῇ παρατίθημι, μανθάνεις, βρῶμ, ἀλλὰ μείξας πάντα κατὰ συμφωνίαν. β. πῶς· α. ἔστιν αὑτοῖς ἃ διὰ τεττάρων ἔχει κοινωνίαν, διὰ πέντε, διὰ πασῶν πάλιν ταῦτα προσάγω πρὸς αὐτὰ τὰ διαστήματα καὶ ταῖς ἐπιφοραῖς εὐθὺς οἰκείως πλέκω. ἐνίοτ ἐφεστὼς παρακελεύομαι πόθεν ἅπτει· τί τούτῳ μιγνύειν μέλλεις· ὁρ´α: διάφωνον ἕλκεις ι οὐχ ὑπερβήσῃ·

σοφὸν Ἐπίκουρος οὕτω κατεπύκνου τὴν ἡδονὴν ἐμασᾶτ ἐπιμελῶς. οἶδε τἀγαθὸν μόνος ἐκεῖνος οἱό῀ν ἐστιν οἱ δ ἐν τῇ στοᾷ ζητοῦσι συνεχῶς, οἱο῀`ν ἐστ οὐκ εἰδότες. οὐκοῦν ὃ γ οὐκ ἔχουσιν, ἀγνοοῦσι δέ, οὐδ ἂν ἑτέρῳ δοίησαν. β. οὕτω συνδοκεῖ: ἀφῶμεν οὖν τὰ λοιπά: δῆλα δὴ πάλαι.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION