호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οἱ μέντοι ἀρχαῖοι πάντες πρὸ τοῦ δειπνεῖν οὐ παρέφερον οὔτε μήτρας οὔτε θρίδακας οὔτ ἄλλο τι τῶν τοιούτων, ὥσπερ νῦν γίνεται.? Ἀρχέστρατος γοῦν ὁ ὀψοδαίδαλος μετὰ τὸ δεῖπνον καὶ τὰς προπόσεις καὶ τὸ μύροις χρήσασθαί φησιν: ἀεὶ δὲ στεφάνοισι κάρα παρὰ δαῖτα πυκάζου παντοδαποῖς, οἷς ἂν γαίας πέδον ὄλβιον ἀνθῇ, καὶ στακτοῖσι μύροις ἀγαθοῖς χαίτην θεράπευε καὶ σμύρναν λίβανόν τε πυρὸς μαλακὴν ἐπί τέφραν βάλλε πανημέριος, Συρίης εὐώδεα καρπόν. ἐμπίνοντι δέ σοι φερέτω τοιόνδε τράγημα, γαστέρα καὶ μήτραν ἑφθὴν ὑὸς ἔν τε κυμίνῳ ἐ`ν τ ὄξει δριμεῖ καὶ σιλφίῳ ἐμβεβαῶσαν ὀρνίθων τ ὀπτῶν ἁπαλὸν γένος, ὧν ἂν ὑπάρχῃ ὡρ´η. τῶν δὲ Συρακοσίων τούτων ἀμέλησον, οἳ πίνουσι μόνον βατράχων τρόπον οὐδὲν ἔδοντες. ἀλλὰ σὺ μὴ πείθου κείνοις, ἃ δ ἐγὼ λέγω ἔσθε βρωτά.
τὰ δ ἄλλα γ ἐκεῖνα τραγήματα πάντα πέφυκε πτωχείας παράδειγμα κακῆς, ἑφθοὶ τ ἐρέβινθοι καὶ κύαμοι καὶ μῆλα καὶ ἰσχάδες. ἀλλὰ πλακοῦντα αἴνει Ἀθήνησιν γεγενημένον εἰ δὲ μή, ἄν που αὐτὸν ἔχῃς ἑτέρωθι, μέλι ζήτησον ἀπελθὼν Ἀττικόν, ὡς τοῦτ ἐστὶν ὃ ποιεῖ κεῖνον ὑβριστήν. οὕτω τοι δεῖ ζῆν τὸν ἐλεύθερον ἢ κατὰ τῆς γῆς καὶ κατὰ τοῦ βαράθρου καὶ Ταρτάρου ἐς τὸν ὄλεθρον ἥκειν καὶ κατορωρύχθαι σταδίους ἀναρίθμους. Λυγκεὺς δὲ διαγράφων τὸ Λαμίας τῆς αὐλητρίδος δεῖπνον, ὅτε ὑπεδέχετο Δημήτριον τὸν Πολιορκητήν, εὐθέως τοὺς εἰσελθόντας ἐπὶ τὸ δεῖπνον ἐσθίοντας ποιεῖ ἰχθῦς παντοίους καὶ κρέα.
καὶ τὸ Ἀντιγόνου τοῦ βασιλέως δεῖπνον διατιθεὶς ἐπιτελοῦντος Ἀφροδίσια καὶ τὸ Πτολεμαίου τοῦ βασιλέως ἰχθῦς πρῶτον παρατίθησι καὶ κρέα.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기