- 텍스트

Athenaeus, The Deipnosophists, Book 3, book 3, chapter 58

(아테나이오스, The Deipnosophists, Book 3, book 3, chapter 58)

Λυγκεὺς δ ὁ Σάμιος, ὁ Θεοφράστου γνώριμος, καὶ τὴν σὺν ὀπῷ χρῆσιν αὐτῆς οἶδεν.? γοῦν τὸ Πτολεμαίου συμπόσιόν φησιν οὕτως ` μήτρας τινὸς περιφερομένης ἐν ὄξει καὶ ὀπῷ. ` τοῦ δὲ ὀποῦ μέμνηται Ἀντιφάνης ἐν Δυσέρωσι περὶ Κυρήνης τὸν λόγον ποιούμενος ἐκεῖσε δ οὐ πλέω ὅθεν διεσπάσθημεν, ἐρρῶσθαι λέγων ἅπασιν, ἵπποις, σιλφίῳ, συνωρίσιν, καυλῷ, κέλησι, μασπέτοις, πυρετοῖς, ὀπῷ. τῆς δὲ διαφορᾶς τῆς περὶ τὴν ἐκτομίδα μνημονεύει Ἵππαρχος ὁ τὴν Αἰγυπτιακὴν Ἰλιάδα συνθεὶς ἐν τούτοις:

ἀλλὰ λοπὰς μ εὔφραιν ἢ μήτρης καλὰ πρόσωπα ἐκβολάδος, δέλφαξ δ ἐν κλιβάνῳ ἡδέα ὄζων. Σώπατρος δ ἐν μὲν Ἱππολύτῳ φησὶν ἀλλ οἱᾶ μήτρα καλλίκαρπος ἐκβολὰς δίεφθα λευκανθεῖσα τυροῦται δέμας, ἐν δὲ Φυσιολόγῳ: μήτρας ὑείας οὐκ ἀφεψηθεὶς τόμος, τὴν δηξίθυμον ἐντὸς ὀξάλμην ἔχων. ἐν δὲ Σίλφαις:

μήτρας ὑείας ἑφθὸν ὡς φάγῃς τόμον, δριμεῖαν ὠθῶν πηγανῖτιν εἰς χολήν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION