- 텍스트

Athenaeus, The Deipnosophists, Book 3, book 3, chapter 57

(아테나이오스, The Deipnosophists, Book 3, book 3, chapter 57)

ἡσθέντων οὖν ἐπὶ τοῖς πεπαιγμένοις ἁπάντων ἀλλὰ μήν, ἔφη ὁ Οὐλπιανός, καὶ τὸν περὶ τῆς μήτρας λόγον ἀποδώσω.? Ἄλεξις γὰρ ἐν τῷ Ποντικῷ ἐπιγραφομένῳ δράματι Καλλιμέδοντα τὸν ῥήτορα, Κάραβον δὲ ἐπικαλούμενον κωμῳδῶν ἦν δ οὗτος εἷς τῶν κατὰ Δημοσθένη τὸν ῥήτορα πολιτευομένων φησὶν ὑπὲρ πάτρας μὲν πᾶς τις ἀποθνῄσκειν θέλει, ὑπὲρ δὲ μήτρας Καλλιμέδων ὁ Κάραβος ἑφθῆς ἴσως προσεῖτ ἂν ἀποθανεῖν. ἦν δὲ ὁ Καλλιμέδων καὶ ἐπὶ ὀψοφαγίᾳ διαβόητος, μνημονεύει τῆς μήτρας καὶ Ἀντιφάνης ἐν Φιλομήτορι οὕτως ἔμμητρον ἂν ᾖ τὸ ξύλον, βλάστην ἔχει: μητρόπολίς ἐστιν, οὐχὶ πατρόπολις πόλις:

μήτραν τινὲς πωλοῦσιν ἥδιστον κρέας: Μητρᾶς ὁ Χῖὸς ἐστι τῷ δήμῳ φίλος. Εὔφρων δ ἐν Παραδιδομένῃ: οὑμὸς διδάσκαλος δὲ μήτραν σκευάσας παρέθηκε Καλλιμέδοντι κἀσθίονθ ἅμα ἐποίησε πηδᾶν, ὅθεν ἐκλήθη Κάραβος. Διώξιππος δ ἐν Ἀντιπορνοβοσκῷ:

οἱών δ ἐπιθυμεῖ βρωμάτων, ὡς μουσικῶν ἤνυστρα, μήτρας, χόλικας. ἐν δὲ Ἱστοριογράφῳ : τὴν στοὰν διεξέπαιεν Ἀμφικλῆς: μήτρας δύο κρεμαμένας δείξας ἐκεῖνον πέμπε, φησίν, ἂν ἴδῃς. Εὔβουλος δ ἐν Δευκαλίωνι: ἡπάτια, νῆστις, πλεύμονες, μήτρα.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION