- 텍스트

Athenaeus, The Deipnosophists, Book 3, book 3, chapter 55

(아테나이오스, The Deipnosophists, Book 3, book 3, chapter 55)

οἶδα δ ὅτι καὶ Σιμωνίδης που ὁ ποιητὴς ἀρίσταρχον εἶπε τὸν Δία καὶ Αἰσχύλος τὸν Αἵδην ἀγησίλαον, Νίκανδρος δὲ ὁ Κολοφώνιος ἰοχέαιραν τὴν ἀσπίδα τὸ ζῷον.? διὰ ταῦτα καὶ τὰ τοιαῦτα ὁ θαυμασιώτατος Πλάτων ἐν τῷ Πολιτικῷ εἰπὼν ξηροβατικά τινα ζῷα καὶ ἀεροβατικὰ. , . ἄλλα, ξηροτροφικόν τε καὶ ὑγροτροφικὸν καὶ ἀερονομικὸν ἐπὶ ζῴων χερσαίων καὶ ἐνύγρων καὶ ἐναερίων ἐπιλέγει, ὥσπερ παρακελευόμενος τούτοις τοῖς ὀνοματοποιοῖς φυλάττεσθαι τὴν καινότητα, γράφων καὶ κατὰ λέξιν τάδε: κἂν διαφυλάξῃς τὸ μὴ σπουδάζειν ἐπὶ τοῖς ὀνόμασι, πλουσιώτερος καὶ εἰς γῆρας ἀναφανήσῃ φρονήσεως οἶδα δὲ καὶ Ἡρῴδην τὸν Ἀττικὸν ῥήτορα ὀνομάζοντα τροχοπέδην τὸ διαβαλλόμενον ξύλον διὰ τῶν τροχῶν, ὅτε κατάντεις ὁδοὺς ὀχούμενος ἐπορεύετο, καίτοι Σιμαρίστου ἐν τοῖς Συνωνύμοις ἐποχέα τὸ ξύλον τοῦτο ἐπονομάσαντος. καὶ Σοφοκλῆς δὲ που ὁ ποιητὴς τὸν φύλακα μοχλὸν φόβου ὠνόμασεν ἐν τούτοις: θάρσει, μέγας σοι τοῦδ ἐγὼ φόβου μοχλός.

κἀν ἄλλοις δὲ τὴν ἄγκυραν ἰσχάδα κέκληκεν διὰ τὸ κατέχειν τὴν ναῦν ναῦται δ ἐμηρύσαντο νηὸς ἰσχάδα. καὶ Δημάδης δὲ ὁ ῥήτωρ ἔλεγε τὴν μὲν Αἴγιναν εἶναι λήμην τοῦ Πειραιῶς, τὴν δὲ Σάμον ἀπορρῶγα τῆς πόλεως, ἐάρ δὲ τοῦ δήμου τοὺς ἐφήβους, τὸ δὲ τεῖχος ἐσθῆτα τῆς πόλεως, τὸν δὲ σαλπικτὴν κοινὸν Ἀθηναίων ἀλέκτορα. ἐπεσχημένα ἦν τὰ γυναικεῖα, πόθεν δέ σοι, ὦ Οὐλπιανέ, καὶ κεχορτασμένοι εἰπεῖν ἐπῆλθε, δέον τῷ κορεσθῆναι χρήσασθαι·?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION