호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἱστορεῖ δὲ περὶ αὐτοῦ ῾ Ἡρακλείδης ὁ Λέμβος ἐν τῇ τριακοστῇ ἑβδόμῃ τῶν ἱστοριῶν λέγων οὕτως:? Ἀλέξαρχος ὁ τὴν Οὐρανόπολιν κτίσας διαλέκτους ἰδίας εἰσήνεγκεν, ὀρθροβόαν μὲν τὸν ἀλεκτρυόνα καλέων καὶ βροτοκέρτην τὸν κουρέα καὶ τὴν δραχμὴν ἀργυρίδα, τὴν δὲ χοίνικα ἡμεροτροφίδα καὶ τὸν κήρυκα ἀπύτην. καὶ τοῖς Κασσανδρέων δὲ ἄρχουσι τοιαῦτὰ ποτ ἐπέστειλε: "Ἀλέξαρχος Ὁμαιμέων πρόμοις γαθεῖν. τοὺς ἡλιοκρεῖς οἰῶν οἶδα λιπουσαθεωτων ἔργων κρατιτορας μορσίμῳ τύχᾳ κεκυρωμένας θεουπογαις χυτλώσαντες αὐτοὺς καὶ φύλακας ὀριγενεῖς.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기