- 텍스트

Athenaeus, The Deipnosophists, Book 3, book 3, chapter 54

(아테나이오스, The Deipnosophists, Book 3, book 3, chapter 54)

τοιοῦτοὶ τινὲς εἰσιν, ὦ ἑταῖροι, οἱ Οὐλπιάνειοι σοφισταί, οἱ καὶ τὸ μιλιάριον καλούμενον ὑπὸ Ῥωμαίων, τὸ εἰς θερμοῦ ὕδατος κατεργασίαν κατασκευαζόμενον, ἰπνολέβητα ὀνομάζοντες, πολλῶν ὀνομάτων ποιηταὶ καὶ πολλοῖς παρασάγγαις ὑπερδραμόντες τὸν Σικελιώτην Διονύσιον, ὃς τὴν μὲν παρθένον ἐκάλει μένανδρον, ὅτι μένει τὸν ἄνδρα, καὶ τὸν στῦλον μενεκράτην, ὅτι μένει καὶ κρατεῖ, βαλάντιον δὲ τὸ ἀκόντιον, ὅτι ἐναντίον βάλλεται, καὶ τὰς τῶν μυῶν διεκδύσεις μυστήρια ἐκάλει, ὅτι τοὺς μῦς τηρεῖ.? Ἄθανις δ ἐν α Σικελικῶν τὸν αὐτόν φησι Διονύσιον καὶ τὸν βοῦν γαρόταν καλεῖν καὶ τὸν χοῖρον ἰάκχον. τοιοῦτος ἦν καὶ Ἀλέξαρχος ὁ Κασσάνδρου τοῦ Μακεδονίας βασιλεύσαντος ἀδελφός, ὁ τὴν Οὐρανόπολιν καλουμένην κτίσας. ἱστορεῖ δὲ περὶ αὐτοῦ ῾ Ἡρακλείδης ὁ Λέμβος ἐν τῇ τριακοστῇ ἑβδόμῃ τῶν ἱστοριῶν λέγων οὕτως:

Ἀλέξαρχος ὁ τὴν Οὐρανόπολιν κτίσας διαλέκτους ἰδίας εἰσήνεγκεν, ὀρθροβόαν μὲν τὸν ἀλεκτρυόνα καλέων καὶ βροτοκέρτην τὸν κουρέα καὶ τὴν δραχμὴν ἀργυρίδα, τὴν δὲ χοίνικα ἡμεροτροφίδα καὶ τὸν κήρυκα ἀπύτην. καὶ τοῖς Κασσανδρέων δὲ ἄρχουσι τοιαῦτὰ ποτ ἐπέστειλε: "Ἀλέξαρχος Ὁμαιμέων πρόμοις γαθεῖν. τοὺς ἡλιοκρεῖς οἰῶν οἶδα λιπουσαθεωτων ἔργων κρατιτορας μορσίμῳ τύχᾳ κεκυρωμένας θεουπογαις χυτλώσαντες αὐτοὺς καὶ φύλακας ὀριγενεῖς. τί δὲ ἡ ἐπιστολὴ αὕτη δηλοῖ νομίζω γὼ μηδὲ τὸν Πύθιον ἂν διαγνῶναι κατὰ γὰρ τὸν Ἀντιφάνους Κλεοφάνη :

τὸ δὲ τυραννεῖν ἐστιν· ἢ τί ποτε τὸν σπουδαῖον ἀκολουθεῖν ἐρεῖς ἐν τῷ Λυκείῳ μετὰ σοφιστῶν, νὴ Δία, λεπτῶν, ἀσίτων, συκίνων, λέγονθ ὅτι τὸ πρᾶγμα τοῦτ οὐκ ἔστιν, εἴπερ γίνεται, οὐδ ἔστι γάρ πω γινόμενον ὃ γίνεται, οὐτ εἰ πρότερον ἦν, ἔστιν ὅ γε νῦν γίνεται, ἔστιν γὰρ οὐκ ὀ`ν οὐδέν ὃ δὲ μὴ γέγονέ πω, οὐκ ἔσθ ἑώσπερ γέγονε, ὅ γε μή γέγονέ πω. ἐκ τοῦ γὰρ εἶναι γέγονεν εἰ δ οὐκ ἦν ὅθεν, πῶς ἐγένετ ἐξ οὐκ ὄντος·

οὐχ οἱό῀ν τε γάρ. εἰ δ αὖ ποθέν ποι γέγονεν, οὐκ ἔσται κηποι δεποτις εἰή, πόθεν γενήσεται τοὐκ ὀ`ν εἰς οὐκ ὀ`ν εἰς οὐκ ὀ`ν γὰρ οὐ δυνήσεται. ταυτὶ δ ὅ τι ἐστὶν οὐδ ἂν Ἀπόλλων μάθοι.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION